Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Δηοῦς ἀνεῖναι μήποτʼ ὄμπνιον στάχυν,
 
γύας τιθαιβώσσοντος ἀρδηθμῷ Διός,
 
ἢν μή τις αὐτοῦ ῥίζαν Αἰτωλῶν σπάσας
 
χέρσον λαχήνῃ, βουσὶν αὔλακας τεμών.
 
στήλαις δʼ ἀκινήτοισιν ὀχμάσει πέδον, 625
 
ἃς οὔτις ἀνδρῶν ἐκ βίας καυχήσεται
 
μετοχλίσας ὀλίζον. ἦ γὰρ ἀπτέρως
 
αὐταὶ παλιμπόρευτον ἵξονται βάσιν
 
ἄνδηρʼ ἀρέζοις ἴχνεσιν δατούμεναι.
 
θεὸς δὲ πολλοῖς αἰπὺς αὐδηθήσεται, 630
 
ὅσοι παρʼ Ἰοῦς γρῶνον οἰκοῦνται πέδον,
 
δράκοντα τὸν φθείραντα Φαίακας κτανών.
 
οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας
 
σισυρνοδῦται καρκίνοι πεπλωκότες
 
ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον, 635
 
τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι.
 
ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην
 
ἄδορπα παιδεύσουσι νηπίους γονάς.
 
οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθῳ,
 
πρὶν ἂν κρατήσῃ ναστὸν εὐστόχῳ λίθῳ 640
← Önceki Metin · 32 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme