Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἀγυιοπλαστήσαντες ἐμπέδοις πομαῖς
 
πυκνὰς καλιάς, Ζῆθον ἐκμιμούμενοι.
 
ὁμοῦ δʼ ἐς ἄγραν κἀπὶ κοιταίαν νάπην
 
νύκτωρ στελοῦνται, πάντα φεύγοντες βροτῶν
 
κάρβανον ὄχλον, ἐν δὲ γραικίταις πέπλοις 605
 
κόλπων ἰαυθμοὺς ἠθάδας διζήμενοι,
 
καὶ κρῖμνα χειρῶν κἀπιδόρπιον τρύφος
 
μάζης σπάσονται, προσφιλὲς κνυζούμενοι,
 
τῆς πρὶν διαίτης τλήμονες μεμνημένοι.
 
Τροιζηνίας δὲ πραῦμα φοιτάδος, πλάνης 610
 
ἔσται κακῶν τε πημάτων παραίτιον,
 
ὅταν θρασεῖα θουρὰς οἰστρήσῃ κύων
 
πρὸς λέκτρα. τύμβος δʼ αὐτὸν ἐκσώσει μόρου
 
Ὁπλοσμίας, σφαγαῖσιν ηὐτρεπισμένον.
 
κολοσσοβάμων δʼ ἐν πτυχαῖσιν Αὐσόνων 615
 
σταθεὶς ἐρείσει κῶλα χερμάσων ἔπι
 
τοῦ τειχοποιοῦ γαπέδων Ἀμοιβέως,
 
τὸν ἑρματίτην νηὸς ἐκβαλὼν κέτρον.
 
κρίσει δʼ Ἀλαίνου τοῦ κασιγνήτου σφαλεὶς
 
εὐχὰς ἀρούραις ἀμφʼ ἐτητύμους βαλεῖ, 620
← Önceki Metin · 31 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme