Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
αἳ καὶ στρατοῦ βούπειναν ὀθνείων κυνῶν
 
τρύχουσαν ἀλθανοῦσιν, ἐλθοῦσαί ποτε
 
Σιθῶνος εἰς θυγατρὸς εὺναστήριον.
 
καὶ ταῦτα μὲν μίτοισι χαλκέων πάλαι
 
στρόμβων ἐπιρροιζοῦσι γηραιαὶ κόραι· 585
 
Κηφεὺς δὲ καὶ Πράξανδρος, οὐ ναυκληρίας
 
λαῶν ἄνακτες, ἀλλʼ ἀνώνυμοι σποραί,
 
πέμπτοι τέταρτοι γαῖαν ἵξονται θεᾶς
 
Γόλγων ἀνάσσης· ὧν ὁ μὲν Λάκωνʼ ὄχλον
 
ἄγων Θεράπνης, θάτερος δʼ ἀπʼ Ὠλένου 590
 
Δύμης τε Βουραίοισιν ἡγεμὼν στρατοῦ.
 
ὁ δʼ Ἀργύριππα Δαυνίων παγκληρίαν
 
παρʼ Αὐσονίτην Φυλαμὸν δωμήσεται,
 
πικρὰν ἑταίρων ἐπτερωμένην ἰδὼν
 
οἰωνόμικτον μοῖραν, οἳ θαλασσίαν 595
 
δίαιταν αἰνέσουσι, πορκέων δίκην,
 
κύκνοισιν ἰνδαλθέντες εὐγλήνοις δομήν.
 
ῥάμφεσσι δʼ ἀγρώσσοντες ἐλλόπων θοροὺς
 
φερώνυμον νησῖδα νάσσονται πρόμου,
 
θεατρομόρφῳ πρὸς κλίτει γεωλόφῶ 600
← Önceki Metin · 30 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme