Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
οὐκ ἄν, τὰ χειρώνακτες ἐργάται διπλοῖ,
 
Δρύμας τε καὶ Πρόφαντος, ὁ Κρώμνης ἄναξ,
 
ἐλατύπησαν κοιράνῳ ψευδωμότῃ,
 
ἓν ἦμαρ ἀρκέσειε πορθηταῖς λύκοις
 
στέξαι βαρεῖαν ἐμβολὴν ῥαιστηρίαν, 525
 
καίπερ πρὸ πύργων τὸν Καναστραῖον μέγαν
 
ἐγχώριον γίγαντα δυσμενῶν μοχλὸν
 
ἔχοντα, καὶ τὸν πρῶτον εὐστόχῳ βολῇ
 
μαιμῶντα τύψαι ποιμνίων ἀλάστορα.
 
οὗ δή ποτʼ αἴθων πρῶτα καινίσει δόρυ 530
 
κίρκος θρασὺς πήδημα λαιψηρὸν δικών,
 
Γραικῶν ἄριστος, ᾧ πάλαι τεύχει τάφους
 
ἀκτὴ Δολόγκων εὐτρεπὴς κεκμηκότι,
 
Μαζουσία προὔχουσα χερσαίου κέρως.
 
Ἀλλʼ ἔστι γάρ τις, ἔστι καὶ παρʼ ἐλπίδα 535
 
ἡμῖν ἀρωγὸς πρευμενὴς ὁ Δρύμνιος
 
δαίμων Προμανθεὺς Αἰθίοψ Γυράψιος,
 
ὅς, τὸν πλανήτην Ὀρθάνην ὅταν δόμοις
 
σίνιν καταρρακτῆρα δέξωνται πικρὸν
 
οἱ δεινὰ κἀπόθεστα πείσεσθαί ποτε 540
← Önceki Metin · 27 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme