Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
σκύμνον παρʼ ἀγκάλαισιν ἀίτα βράσας.
 
οὐ γάρ τι πείσει φῖτυν, ὡς ὁ Λήμνιος
 
πρηστὴρ Ἐνυοῦς, οὔποτʼ εἰς φύζαν τραπεὶς
 
ταῦρος βαρύφρων, δυσμενεστάτου ξένων
 
ἔτυψε δώρῳ σπλάγχνον, ἀρνεύσας λυγρὸν 465
 
πήδημα πρὸς κνώδοντος αὐτουργοὺς σφαγάς.
 
ἐλᾷ δὲ πάτρας τῆλε Τραμβήλου κάσιν,
 
ὃν ἡ ξύναιμος πατρὸς ἐκλοχεύεται,
 
δοθεῖσα πρωταίχμεια τῷ πυργοσκάφῳ.
 
ἣν δή ποτʼ, ἐν ῥήτραισι δημοτῶν σταθείς, 470
 
γλαυκῷ κελαινὸν δόρπον ὤτρυνεν κυνὶ
 
στεῖλαι τριπλᾶς θύγατρας ὁ σπείρας βάβαξ,
 
τῷ πᾶσαν ἅλμῃ πηλοποιοῦντι χθόνα,
 
ὅταν κλύδωνας ἐξερεύγηται γνάθων,
 
λάβρῳ σαλεύων πᾶν τρικυμίᾳ πέδον. 475
 
ὁ δʼ ἀντὶ πιποῦς σκορπίον λαιμῷ σπάσας
 
Φόρκῳ κακῆς ὠδῖνος ἔκλαυσεν βάρος,
 
χρῄζων πυθέσθαι πημάτων ξυμβουλίαν.
 
Ὁ δεύτερος δὲ νῆσον ἀγρότης μολών,
 
χερσαῖος αὐτόδαιτος ἐγγόνων δρυὸς 480
← Önceki Metin · 24 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme