Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
δμηθέντες αἰχμάσουσι λοισθίαν βοὴν
 
πύργων ὑπὸ πτέρναισι Παμφύλου κόρης.
 
αἰπὺς δʼ ἁλιβρὼς ὄχμος ἐν μεταιχμίῳ
 
Μάγαρσος ἁγνῶν ἠρίων σταθήσεται,
 
ὡς μὴ βλέπωσι, μηδὲ νερτέρων ἕδρας 445
 
δύντες, φόνῳ λουσθέντας ἀλλήλων τάφους.
 
οἱ πέντε δὲ Σφήκειαν εἰς Κεραστίαν
 
καὶ Σάτραχον βλώξαντες Ὑλάτου τε γῆν
 
Μορφώ παροικήσουσι τὴν Ζηρυνθίαν.
 
Ὁ μὲν πατρὸς μομφαῖσιν ἠλαστρημένος 450
 
Κυχρεῖος ἄντρων Βωκάρου τε ναμάτων,
 
οὑμὸς ξύναιμος, ὡς ὀπατρίου φονεὺς
 
πώλου, νόθον φίτυμα, συγγενῶν βλάβη,
 
τοῦ λύσσαν ἐν ποίμναισιν αἰχμητηρίαν
 
χέαντος, ὃν χάρωνος ὠμηστοῦ δορὰ 455
 
χαλκῷ τορητὸν οὐκ ἔτευξεν ἐν μάχῃ,
 
μίαν πρὸς Ἅιδην καὶ φθιτοὺς πεπαμένον
 
κέλευθον, ἣν γωρυτὸς ἔκρυψε Σκύθης,
 
ἦμος καταίθων θύσλα Κωμύρῳ λέων
 
σφῷ πατρὶ λάσκε τὰς ἐπηκόους λιτάς, 460
← Önceki Metin · 23 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme