Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἡ δʼ εἰς τέραμνα δουρατογλύφου στέγης
 
γλήνας ἄνω στρέψασα χώσεται στρατῷ,
 
ἐξ οὐρανοῦ πεσοῦσα καὶ θρόνων Διός,
 
ἄνακτι πάππῳ χρῆμα τιμαλφέστατον.
 
ἑνὸς δὲ λώβης ἀντί, μυρίων τέκνων 365
 
Ἑλλὰς στενάξει πᾶσα τοὺς κενοὺς τάφους,
 
οὐκ ὀστοθήκαις, χοιράδων δʼ ἐφημένους,
 
οὐδʼ ὑστάτην κεύθοντας ἐκ πυρὸς τέφρην
 
κρωσσοῖσι ταρχυθεῖσαν, ἣ θέμις φθιτῶν,
 
ἀλλʼ οὔνομʼ οἰκτρὸν καὶ κενηρίων γραφὰς 370
 
θερμοῖς τεκόντων δακρύοις λελουμένας
 
παίδων τε καὶ θρήνοισι τοῖς ὁμευνίδων.
 
Ὀφέλτα καὶ μύχουρε χοιράδων Ζάραξ
 
σπίλοι τε καὶ Τρυχάντα καὶ τραχὺς Νέδων
 
καὶ πάντα Διρφωσσοῖο καὶ Διακρίων 375
 
γωλειὰ καὶ Φόρκυνος οἰκητήριον,
 
ὅσων στεναγμῶν ἐκβεβρασμένων νεκρῶν
 
σὺν ἡμιθραύστοις ἰκρίοις ἀκούσετε,
 
ὅσων δὲ φλοίσβων ῥαχίας ἀνεκβάτου
 
δίναις παλιρροίοισιν ἕλκοντος σάλου, 380
← Önceki Metin · 19 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme