Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἀπεμπολητὴς τῆς φυταλμίας χθονὸς
 
φλέξας τὸν ὠδίνοντα μορμωτὸν λόχον
 
ἀναψαλάξῃ γαστρὸς ἑλκύσας ζυγά,
 
τῆς Σισυφείας δʼ ἀγκύλης λαμπουρίδος
 
λάμψῃ κακὸν φρύκτωρον αὐτανέψιος 345
 
τοῖς εἰς στενὴν Λεύκοφρυν ἐκπεπλωκόσι
 
καὶ παιδοβρῶτος Πορκέως νήσους διπλᾶς.
 
ἐγὼ δὲ τλήμων ἡ γάμους ἀρνουμένη,
 
ἐν παρθενῶνος λαΐνου τυκίσμασιν
 
ἄνις τεράμνων εἰς ἀνώροφον στέγην 350
 
εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας,
 
ἡ τὸν Θοραῖον Πτῷον Ὡρίτην θεὸν
 
λίπτοντʼ ἀλέκτρων ἐκβαλοῦσα δεμνίων,
 
ὡς δὴ κορείαν ἄφθιτον πεπαμένη
 
πρὸς γῆρας ἄκρον, Παλλάδος ζηλώμασι 355
 
τῆς μισονύμφου Λαφρίας Πυλάτιδος,
 
τῆμος βιαίως φάσσα πρὸς τόργου λέχος
 
γαμψαῖσιν ἅρπαις οἰνὰς ἑλκυσθήσομαι,
 
ἡ πολλὰ δὴ Βούδειαν Αἴθυιαν Κόρην
 
ἀρωγὸν αὐδάξασα τάρροθον γάμων. 360
← Önceki Metin · 18 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme