Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
σκύμνῳ κέχυνται, πρὶν λαφύξασθαι γάνος,
 
πρὶν ἐκ λοχείας γυῖα χυτλῶσαι δρόσῳ·
 
σὲ δʼ ὠμὰ πρὸς νυμφεῖα καὶ γαμηλίους
 
ἄξει θυηλὰς στυγνὸς Ἴφιδος λέων,
 
μητρὸς κελαινῆς χέρνιβας μιμούμενος, 325
 
ἣν εἰς βαθεῖαν λαιμίσας ποιμανδρίαν
 
στεφηφόρον βοῦν δεινὸς ἄρταμος δράκων
 
ῥαίσει τριπάτρῳ φασγάνῳ Κανδάονος,
 
λύκοις τὸ πρωτόσφακτον ὅρκιον σχάσας.
 
σὲ δʼ ἀμφὶ κοίλην αἰχμάλωτον ᾐόνα 330
 
πρέσβυν Δολόγκων δημόλευστον ὠλένῃ
 
ἐπεσβόλοις ἀραῖσιν ἠρεθισμένῃ
 
κρύψει κύπασσις χερμάδων ἐπομβρίᾳ,
 
Μαίρας ὅταν φαιουρὸν ἀλλάξῃς δομήν.
 
ὁ δʼ ἀμφὶ τύμβῳ τἀγαμέμνονος δαμεὶς 335
 
κρηπῖδα πήγῳ νέρθε καλλυνεῖ πλόκῳ,
 
ὁ πρὸς καλύπτρης τῆς ὁμαίμονος τάλας
 
ὠνητὸς αἰθαλωτὸν εἰς πάτραν μολών,
 
τὸ πρὶν δʼ ἀμυδρὸν οὔνομʼ αἰστώσας σκότῳ,
 
ὅταν χέλυδρος πυρσὸν ὠμόθριξ βαρὺν 340
← Önceki Metin · 17 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme