Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
φόνῳ βλύουσαι κἀπιμαιμῶσαι μάχης.
 
ἐγὼ δὲ πένθος οὐχὶ μεῖον οἴσομαι,
 
τὰς σὰς στένουσα καὶ διʼ αἰῶνος ταφάς.
 
οἰκτρὸν γάρ, οἰκτρὸν κεῖνʼ ἐπόψομαι φάος
 
καὶ πημάτων ὕψιστον, ὧν κράντης χρόνος, 305
 
μήνης ἑλίσσων κύκλον, αὐδηθήσεται.
 
αἰαῖ, στενάζω καὶ σὸν εὔγλαγον θάλος,
 
ὦ σκύμνε, τερπνὸν ἀγκάλισμα συγγόνων,
 
ὅς τʼ ἄγριον δράκοντα πυρφόρῳ βαλὼν
 
ἴυγγι τόξων, τὸν τυπέντα δʼ ἐν βρόχοις 310
 
μάρψας ἀφύκτοις βαιὸν ἀστεργῆ χρόνον,
 
πρὸς τοῦ δαμέντος αὐτὸς οὐ τετρωμένος,
 
καρατομηθεὶς τύμβον αἱμάξεις πατρός.
 
οἴμοι δυσαίων, καὶ διπλᾶς ἀηδόνας
 
καὶ σόν, τάλαινα, πότμον αἰάζω, σκύλαξ. 315
 
ὧν τὴν μὲν αὐτόπρεμνον ἡ τοκὰς κόνις
 
χανοῦσα κευθμῷ χείσεται διασφάγος,
 
λεύσσουσαν ἄτην ἀγχίπουν στεναγμάτων,
 
ἵνʼ ἄλμα πάππου καὶ χαμευνάδος μόροι
 
τῆς λαθρονύμφου πόρτιος μεμιγμένοι 320
← Önceki Metin · 16 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme