Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ὦ δαῖμον, οἷον κίονʼ αἰστώσεις δόμων,
 
ἔρεισμα πάτρας δυστυχοῦς ὑποσπάσας·
 
οὐ μὴν ἀνατεί γʼ οὐδʼ ἄνευ μόχθων πικρῶν
 
πένθους θʼ ὁ λῃστὴς Δωριεὺς γελᾷ στρατός,
 
ἐπεγκαχάζων τοῦ δεδουπότος μόρῳ, 285
 
ἀλλʼ ἀμφὶ πρύμναις τὴν πανυστάτην δραμὼν
 
πεύκαις βίου βαλβῖδα συμφλεχθήσεται,
 
καλῶν ἐπʼ εὐχαῖς πλεῖστα Φύξιον Δία
 
πορθουμένοισι κῆρας ἀρκέσαι πικράς.
 
τότʼ οὔτε τάφρος, οὔτε ναυλόχων σταθμῶν 290
 
πρόβλημα καὶ σταυροῖσι κορσωτὴ πτέρυξ,
 
οὐ γεῖσα χραισμήσουσιν, οὐδʼ ἐπάλξιες·
 
ἀλλʼ ὡς μέλισσαι συμπεφυρμένοι καπνῷ
 
καὶ λιγνύος ῥιπαῖσι καὶ γρυνῶν βολαῖς
 
ἄφλαστα καὶ κόρυμβα καὶ κλῃδῶν θρόνους 295
 
πυκνοὶ κυβιστητῆρες ἐξ ἑδωλίων
 
πηδῶντες αἱμάξουσιν ὀθνείαν κόνιν.
 
πολλοὺς δʼ ἀριστεῖς πρωτόλειά θʼ Ἑλλάδος
 
αἰχμῇ φέροντας καὶ σποραῖς ὠγκωμένους,
 
αἱ σαὶ καταξανοῦσιν ὄβριμοι χέρες, 300
← Önceki Metin · 15 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme