Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
πτεροῖσι χέρσον αἰετὸς διαγράφων
 
ῥαιβῷ τυπωτὴν τόρμαν ἀγκύλῃ βάσει,
 
κλάζων τʼ ἄμικτον στόματι ῥιγίστην βοήν,
 
τὸν φίλτατόν σου τῶν ἀγαστόρων τρόφιν
 
Πτῴου τε πατρός ἁρπάσας μετάρσιον, 265
 
ὄνυξι γαμφηλαῖσί θʼ αἱμάσσων δέμας,
 
ἔγχωρα τίφη καὶ πέδον χραίνῃ φόνῳ,
 
λευρᾶς βοώτης γατομῶν διʼ αὔλακος.
 
λαβὼν δὲ ταύρου τοῦ πεφασμένου δάνος,
 
σκεθρῷ ταλάντῳ τρυτάνης ἠρτημένον, 270
 
αὖθις τὸν ἀντίποινον ἐγχέας ἴσον
 
Πακτώλιον σταθμοῖσι τηλαυγῆ μύδρον,
 
κρατῆρα Βάκχου δύσεται, κεκλαυσμένος
 
νύμφαισιν αἳ φίλαντο Βηφύρου γάνος
 
Λειβηθρίην θʼ ὕπερθε Πιμπλείας σκοπήν, 275
 
ὁ νεκροπέρνας, ὃς προδειμαίνων πότμον
 
καὶ θῆλυν ἀμφὶ σῶμα τλήσεται πέπλον
 
δῦναι, παρʼ ἱστοῖς κερκίδος ψαύσας κρότων,
 
καὶ λοῖσθος εἰς γῆν δυσμενῶν ῥῖψαι πόδα,
 
τὸ σόν, ξύναιμε, κἀν ὕπνῳ πτήσσων δόρυ. 280
← Önceki Metin · 14 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme