Thesauros Literature hymns Hymn 26 To Dionysus

Hymn 26 To Dionysus

Hymn 26 To Dionysus Anonymous
Bölümler
Metin 1–13

Metin

 
Εἲς Διόνυσον
 
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
 
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
 
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
 
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
 
Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι 5
 
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
 
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
 
δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
 
κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
 
Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην. 10
 
καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·
 
δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
 
ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
Metin · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme