Thesauros Literature hymns Hymn 19 to Pan

Hymn 19 to Pan

Hymn 19 to Pan Anonymous
Bölümler
Metin 1–49

Metin

 
φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ 20
 
μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
 
δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων,
 
πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν
 
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
 
ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος 25
 
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
 
ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
 
οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
 
ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
 
καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, 30
 
ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
 
ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν
 
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
 
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
 
ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν 35
 
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
 
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
 
φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη
 
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
← Önceki Metin · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme