Thesauros Literature hymns Hymn 16 To Asclepius

Hymn 16 To Asclepius

Hymn 16 To Asclepius Anonymous
Bölümler
Metin 1–5

Metin

 
Εἲς Ἀσκληπιόν
 
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν,
 
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
 
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
 
χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων.
 
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ. 5
Metin · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme