Thesauros Literature hymns Hymn 6 To Aphrodite

Hymn 6 To Aphrodite

Hymn 6 To Aphrodite Anonymous
Bölümler
Metin 1–21

Metin

 
Εἲς Ἀφροδίτην
 
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
 
ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν
 
εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
 
ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
 
ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι 5
 
δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·
 
κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
 
καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
 
ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
 
δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν 10
 
ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
 
Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν
 
ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
 
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
 
ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες 15
 
χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
 
εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,
 
εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
 
χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι
Metin · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme