Thesauros Literature hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
 
οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. 380
 
Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους,
 
καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός,
 
ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον·
 
οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια.
 
καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, 385
 
καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε.
 
ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης·
 
καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε.
 
Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
 
εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. 390
 
ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
 
ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
 
καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο,
 
ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
 
νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· 395
 
ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
 
τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
 
ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον·
← Önceki Metin · 20 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme