Thesauros Literature hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων, 20
 
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
 
ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
 
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
 
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον·
 
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν· 25
 
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι
 
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
 
σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς
 
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε·
 
σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω. 30
 
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
 
ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα
 
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
 
ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ,
 
οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις 35
 
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν·
 
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
 
ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
 
ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας
← Önceki Metin · 2 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme