Thesauros Literature hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
 
Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε· 300
 
θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
 
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
 
τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
 
ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
 
σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει 305
 
σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
 
πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
 
ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
 
ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
 
ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα, 310
 
αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
 
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
 
αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
 
Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
 
ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν 315
 
οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
 
αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
 
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
← Önceki Metin · 16 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme