Thesauros Literature hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
Εἲς Ἑρμῆν
 
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
 
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
 
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
 
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
 
αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον, 5
 
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
 
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
 
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
 
λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους.
 
ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, 10
 
τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
 
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο·
 
καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
 
ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων,
 
νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν 15
 
ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν.
 
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
 
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
 
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
Metin · 1 / 30 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme