Thesauros Literature hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
 
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
 
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
 
Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις 420
 
Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
 
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
 
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
 
Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
 
παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα, 425
 
μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
 
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
 
νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
 
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
 
χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων· 430
 
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
 
πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
 
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
 
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
 
πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον 435
 
ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
← Önceki Metin · 22 / 25 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme