Thesauros Literature hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ
 
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
 
Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης 340
 
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
 
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
 
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
 
πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ
 
ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν. 345
 
ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
 
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
 
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
 
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ
 
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς 350
 
ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
 
φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
 
σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
 
ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
 
μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ 355
 
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
 
ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
← Önceki Metin · 18 / 25 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme