Thesauros Literature hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
 
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
 
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα 260
 
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
 
νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
 
τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
 
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
 
ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν 265
 
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
 
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
 
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
 
ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
 
ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ 270
 
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
 
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
 
ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
 
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
 
ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε 275
 
γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
 
ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
← Önceki Metin · 14 / 25 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme