Thesauros Literature hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
 
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
 
λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, 240
 
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
 
καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
 
εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
 
νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
 
σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ 245
 
δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
 
καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
 
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
 
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
 
ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. 250
 
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
 
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
 
χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
 
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
 
καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· 255
 
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
 
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
← Önceki Metin · 13 / 25 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme