Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 9

14.9 καὶ μὴν οὐδὲν πρὸς τὸν δέοντα καιρὸν ἐξικέσθαι δυνατὸν ἄνευ τῆς τούτων ἐμπειρίας, ἀλλὰ ποτὲ μὲν ὑστερεῖν, ποτὲ δὲ προτερεῖν ἀνάγκη.
14.10 μεῖζον δὲ τὸ προτερεῖν ἐν μόνοις τούτοις ἁμάρτημα τοῦ καθυστερεῖν·
14.11 ὁ μὲν γὰρ ὑπεράρας τὸν ὡρισμένον καιρὸν αὐτῆς ἀποτυγχάνει τῆς ἐλπίδος — τὸ γὰρ γεγονὸς ἐξ ἀποστήματος ἐπιγνοὺς αὖθις ἀπολύεται μετʼ ἀσφαλείας — ὁ δὲ προλαβὼν τὸν καιρόν,
14.12 ἐγγίσας καὶ γνωρισθεὶς οὐ μόνον ἀποτυγχάνει τῆς ἐπιβολῆς, ἀλλὰ καὶ κινδυνεύει τοῖς ὅλοις.
15.1 κρατεῖ δʼ ἐπὶ πάντων μὲν τῶν ἀνθρωπείων ἔργων ὁ καιρός, μάλιστα δὲ τῶν πολεμικῶν.
15.2 διὸ προχείρως ἰστέον τῷ στρατηγῷ τροπὰς ἡλίου θερινὰς καὶ χειμερινάς, ἔτι δʼ ἰσημερίας καὶ τὰς μεταξὺ τούτων αὐξήσεις καὶ μειώσεις ἡμερῶν καὶ νυκτῶν·
15.3 οὕτως γὰρ ἂν μόνως δύναιτο συμμετρεῖσθαι πρὸς λόγον τὰ διανύσματα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
15.4 καὶ μὴν τοὺς κατὰ μέρος καιροὺς ἀναγκαῖον εἰδέναι, καὶ τοὺς τῆς ἡμέρας καὶ τοὺς τῆς νυκτός, πρὸς τὸ γινώσκειν πηνίκα ποιητέον καὶ τὰς ἐξεγέρσεις καὶ τὰς ἀναζυγάς·
15.5 οὐ γὰρ οἷόν τε τοῦ τέλους τυγχάνειν μὴ οὐ τῆς ἀρχῆς εὐστοχήσαντα.
15.6 τοὺς μὲν οὖν τῆς ἡμέρας καιροὺς τῇ σκιᾷ θεωρεῖν οὐκ ἀδύνατον, ἔτι δὲ τῇ κατὰ τὸν ἥλιον πορείᾳ καὶ τοῖς ἐπὶ τοῦ κόσμου γινομένοις αὐτοῦ τούτου διαστήμασι·
15.7 τοὺς δὲ τῆς νυκτὸς δυσχερές, ἐὰν μή τις ἐπὶ τοῦ φαινομένου τῇ τῶν δώδεκα ζῳδίων οἰκονομίᾳ καὶ τάξει συμπεριφέρηται· πάνυ δὲ καὶ τοῦτο ῥᾴδιον τοῖς τὰ φαινόμενα πεπολυπραγμονηκόσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme