Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 6

57.10 ἡμεῖς δʼ ἐπειδὴ τήν τε σύστασιν καὶ τὴν αὔξησιν τῆς πολιτείας, ἔτι δὲ τὴν ἀκμὴν καὶ τὴν διάθεσιν, πρὸς δὲ τούτοις τὴν διαφορὰν πρὸς τὰς ἄλλας τοῦ τε χείρονος ἐν αὐτῇ καὶ βελτίονος διεληλύθαμεν, τὸν μὲν περὶ τῆς πολιτείας λόγον ὧδέ πῃ καταστρέφομεν.
58.1 τῶν δὲ συναπτόντων μερῶν τῆς ἱστορίας τοῖς καιροῖς, ἀφʼ ὧν παρεξέβημεν, παραλαβόντες ἐπὶ βραχὺ μιᾶς πράξεως ποιησόμεθα κεφαλαιώδη μνήμην, ἵνα μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τοῖς πράγμασιν, ὥσπερ ἀγαθοῦ τεχνίτου δεῖγμα τῶν ἔργων ἕν τι προενεγκάμενοι, φανερὰν ποιήσωμεν τῆς πολιτείας τὴν ἀκμὴν καὶ δύναμιν, οἵα τις ἦν κατʼ ἐκείνους τοὺς χρόνους.
58.2 Ἀννίβας γὰρ ἐπειδὴ τῇ περὶ Κάνναν μάχῃ περιγενόμενος Ῥωμαίων ἐγκρατὴς ἐγένετο τῶν τὸν χάρακα φυλαττόντων ὀκτακισχιλίων, ζωγρήσας ἅπαντας συνεχώρησε διαπέμπεσθαι σφίσι πρὸς τοὺς ἐν οἴκῳ περὶ λύτρων καὶ σωτηρίας.
58.3 τῶν δὲ προχειρισαμένων δέκα τοὺς ἐπιφανεστάτους, ὁρκίσας ἦ μὴν ἐπανήξειν πρὸς αὐτόν, ἐξέπεμψε τούτους.
58.4 εἷς δὲ τῶν προχειρισθέντων ἐκπορευόμενος ἐκ τοῦ χάρακος ἤδη, καί τι φήσας ἐπιλελῆσθαι, πάλιν ἀνέκαμψε, καὶ λαβὼν τὸ καταλειφθὲν αὖθις ἀπελύετο, νομίζων διὰ τῆς ἀναχωρήσεως τετηρηκέναι τὴν πίστιν καὶ λελυκέναι τὸν ὅρκον.
58.5 ὧν παραγενομένων εἰς τὴν Ῥώμην, καὶ δεομένων καὶ παρακαλούντων τὴν σύγκλητον μὴ φθονῆσαι τοῖς ἑαλωκόσι τῆς σωτηρίας, ἀλλʼ ἐᾶσαι τρεῖς μνᾶς ἕκαστον καταβαλόντα σωθῆναι πρὸς τοὺς ἀναγκαίους· τοῦτο γὰρ συγχωρεῖν ἔφασαν τὸν Ἀννίβαν·
58.6 εἶναι δʼ ἀξίους σωτηρίας αὑτούς· οὔτε γὰρ ἀποδεδειλιακέναι κατὰ τὴν μάχην οὔτʼ ἀνάξιον οὐδὲν πεποιηκέναι τῆς Ῥώμης, ἀλλʼ ἀπολειφθέντας τὸν χάρακα τηρεῖν, πάντων ἀπολομένων τῶν ἄλλων ἐν τῇ μάχῃ τῷ καιρῷ περιληφθέντας ὑποχειρίους γενέσθαι τοῖς πολεμίοις.
58.7 Ῥωμαῖοι δὲ μεγάλοις κατὰ τὰς μάχας περιπεπτωκότες ἐλαττώμασι, πάντων δʼ ὡς ἔπος εἰπεῖν ἐστερημένοι τότε τῶν συμμάχων, ὅσον οὔπω δὲ προσδοκῶντες τὸν περὶ τῆς πατρίδος αὐτοῖς ἐκφέρεσθαι κίνδυνον,
58.8 διακούσαντες τῶν λεγομένων οὔτε τοῦ πρέποντος αὑτοῖς εἴξαντες ταῖς συμφοραῖς ὠλιγώρησαν οὔτε τῶν δεόντων οὐδὲν τοῖς λογισμοῖς παρεῖδον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme