Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 6

 
οἱ μὲν γὰρ Ἕλληνες ἐν τῷ στρατοπεδεύειν ἡγοῦνται κυριώτατον τὸ κατακολουθεῖν ταῖς ἐξ αὐτῶν τῶν τόπων ὀχυρότησιν, ἅμα μὲν ἐκκλίνοντες τὴν περὶ τὰς ταφρείας ταλαιπωρίαν, ἅμα δὲ νομίζοντες οὐχ ὁμοίας εἶναι τὰς χειροποιήτους ἀσφαλείας ταῖς ἐξ αὐτῆς τῆς φύσεως ἐπὶ τῶν τόπων ὑπαρχούσαις ὀχυρότησι.
 
διὸ καὶ κατά τε τὴν τῆς ὅλης παρεμβολῆς θέσιν πᾶν ἀναγκάζονται σχῆμα μεταλαμβάνειν, ἑπόμενοι τοῖς τόποις, τά τε μέρη μεταλλάττειν ἄλλοτε πρὸς ἄλλους καὶ ἀκαταλλήλους τόπους·
 
ἐξ ὧν ἄστατον ὑπάρχειν συμβαίνει καὶ τὸν κατʼ ἰδίαν καὶ τὸν κατὰ μέρος ἑκάστῳ τόπον τῆς στρατοπεδείας.
 
Ῥωμαῖοι δὲ τὴν περὶ τὰς τάφρους ταλαιπωρίαν καὶ τἄλλα τὰ παρεπόμενα τούτοις ὑπομένειν αἱροῦνται χάριν τῆς εὐχερείας καὶ τοῦ γνώριμον καὶ μίαν ἔχειν καὶ τὴν αὐτὴν αἰεὶ παρεμβολήν.
 
τὰ μὲν οὖν ὁλοσχερέστερα μέρη τῆς περὶ τὰ στρατόπεδα θεωρίας, καὶ μάλιστα περὶ τὰς παρεμβολάς, ταῦτʼ ἔστιν. [ξοδ. υρβ. ϝ. π. 264, 17 ηαβετ ηαεξ ξυμ αντεξεδεντιβυς αρξτε ξοηαερεντια εχξ. αντ. π. 180.]
 
σχεδὸν δὴ πάντες οἱ συγγραφεῖς περὶ τούτων ἡμῖν τῶν πολιτευμάτων παραδεδώκασι τὴν ἐπʼ ἀρετῇ φήμην, περί τε τοῦ Λακεδαιμονίων καὶ Κρητῶν καὶ Μαντινέων, ἔτι δὲ Καρχηδονίων· ἔνιοι δὲ καὶ περὶ τῆς Ἀθηναίων καὶ Θηβαίων πολιτείας πεποίηνται μνήμην.
 
ἐγὼ δὲ ταύτας μὲν ἐῶ, τὴν γὰρ Ἀθηναίων καὶ Θηβαίων οὐ πάνυ τι πολλοῦ προσδεῖσθαι πέπεισμαι λόγου διὰ τὸ μήτε τὰς αὐξήσεις ἐσχηκέναι κατὰ λόγον μήτε τὰς ἀκμὰς ἐπιμόνους, μήτε τὰς μεταβολὰς ἐνηλλαχέναι μετρίως,
 
ἀλλʼ ὥσπερ ἐκ προσπαίου τινὸς τύχης σὺν καιρῷ λάμψαντας, τὸ δὴ λεγόμενον, ἔτι δοκοῦντας ἀκμὴν καὶ μέλλοντας εὐτυχεῖν, τῆς ἐναντίας πεῖραν εἰληφέναι μεταβολῆς.
 
Θηβαῖοι μὲν γὰρ τῇ Λακεδαιμονίων ἀγνοίᾳ καὶ τῷ τῶν συμμάχων πρὸς αὐτοὺς μίσει συνεπιθέμενοι, διὰ τὴν ἑνὸς ἀνδρὸς ἀρετὴν ἢ καὶ δευτέρου, τῶν τὰ προειρημένα συνιδόντων, περιεποιήσαντο παρὰ τοῖς Ἕλλησι τὴν ἐπʼ ἀρετῇ φήμην.
 
ὅτι γὰρ οὐχ ἡ τῆς πολιτείας σύστασις αἰτία τότʼ ἐγένετο Θηβαίοις τῶν εὐτυχημάτων, ἀλλʼ ἡ τῶν προεστώτων ἀνδρῶν ἀρετή, παρὰ πόδας ἡ τύχη τοῦτο πᾶσιν ἐποίησε δῆλον·
 
καὶ γὰρ συνηυξήθη καὶ συνήκμασε καὶ συγκατελύθη τὰ Θηβαίων ἔργα τῷ τʼ Ἐπαμινώνδου καὶ τῷ Πελοπίδου βίῳ προφανῶς.
 
ἐξ ὧν οὐ τὴν πολιτείαν αἰτίαν, ἀλλὰ τοὺς ἄνδρας ἡγητέον τῆς τότε
 
γενομένης περὶ τὴν Θηβαίων πόλιν ἐπιφανείας. τὸ δὲ παραπλήσιον καὶ περὶ τῆς Ἀθηναίων πολιτείας διαληπτέον.
 
καὶ γὰρ αὕτη πλεονάκις μὲν ἴσως, ἐκφανέστατα δὲ τῇ Θεμιστοκλέους ἀρετῇ συνανθήσασα ταχέως τῆς ἐναντίας μεταβολῆς ἔλαβε πεῖραν διὰ τὴν ἀνωμαλίαν τῆς φύσεως.
 
ἀεὶ γάρ ποτε τὸν τῶν Ἀθηναίων δῆμον παραπλήσιον εἶναι συμβαίνει τοῖς ἀδεσπότοις σκάφεσι.
 
καὶ γὰρ ἐπʼ ἐκείνων, ὅταν μὲν ἢ διὰ πελαγῶν φόβον ἢ διὰ περίστασιν χειμῶνος ὁρμὴ παραστῇ τοῖς ἐπιβάταις συμφρονεῖν καὶ προσέχειν τὸν νοῦν τῷ κυβερνήτῃ, γίνεται τὸ δέον ἐξ αὐτῶν διαφερόντως·
 
ὅταν δὲ θαρρήσαντες ἄρξωνται καταφρονεῖν τῶν προεστώτων καὶ στασιάζειν πρὸς ἀλλήλους διὰ τὸ μηκέτι δοκεῖν πᾶσι ταὐτά,
 
τότε δὴ τῶν μὲν ἔτι πλεῖν προαιρουμένων, τῶν δὲ κατεπειγόντων ὁρμίζειν τὸν κυβερνήτην, καὶ τῶν μὲν ἐκσειόντων τοὺς κάλους, τῶν δʼ ἐπιλαμβανομένων καὶ στέλλεσθαι παρακελευομένων, αἰσχρὰ μὲν πρόσοψις γίνεται τοῖς ἔξωθεν θεωμένοις διὰ τὴν ἐν ἀλλήλοις διαφορὰν καὶ στάσιν, ἐπισφαλὴς δʼ ἡ διάθεσις τοῖς μετασχοῦσι καὶ κοινωνήσασι τοῦ πλοῦ·
 
διὸ καὶ πολλάκις διαφυγόντες τὰ μέγιστα πελάγη καὶ τοὺς ἐπιφανεστάτους χειμῶνας ἐν τοῖς λιμέσι καὶ πρὸς τῇ γῇ ναυαγοῦσιν.
 
ὃ δὴ καὶ τῇ τῶν Ἀθηναίων πολιτείᾳ πλεονάκις ἤδη συμβέβηκε· διωσαμένη γὰρ ἐνίοτε τὰς μεγίστας καὶ δεινοτάτας περιστάσεις διά τε τὴν τοῦ δήμου καὶ τὴν τῶν προεστώτων ἀρετὴν ἐν ταῖς ἀπεριστάτοις ῥᾳστώναις εἰκῇ πως καὶ ἀλόγως ἐνίοτε σφάλλεται.
 
διὸ καὶ περὶ μὲν ταύτης τε καὶ τῆς τῶν Θηβαίων οὐδὲν δεῖ πλείω λέγειν, ἐν αἷς ὄχλος χειρίζει τὰ ὅλα κατὰ τὴν ἰδίαν ὁρμήν, ὁ μὲν ὀξύτητι καὶ πικρίᾳ διαφέρων, ὁ δὲ βίᾳ καὶ θυμῷ συμπεπαιδευμένος.
 
ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος, Ξενοφῶν, Καλλισθένης, Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῇ Λακεδαιμονίων, δεύτερον δʼ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν·
 
ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ.
 
σκοπεῖν δʼ ἐκ τούτων πάρεστι. καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶτον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν δεῖ τῆς πολιτικῆς χώρας,
 
δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρʼ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνῃρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν.
 
τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βασιλεῖς ἀΐδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευόμενοι γέροντες διὰ βίου, διʼ ὧν καὶ μεθʼ ὧν πάντα
 
χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον,
 
εἰς ἄπειρον κτᾶσθαι, τό τε διάφορον ἐκτετίμηται παρʼ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν, ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν.
 
καθόλου θʼ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρʼ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος.
 
καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρʼ αὐτοῖς ἐστι καὶ δημοκρατικὴν ἔχει διάθεσιν.
 
ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι.
 
καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφορὰς καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρῳ διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι·
 
δυεῖν γὰρ ὄντων, διʼ ὧν σῴζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνῃρηκότα τὴν πλεονεξίαν ἅμα ταύτῃ συνανῃρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν·
 
ᾗ καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν ταὐτά.
 
ταῦτα δʼ ἀποφηνάμενοι, καὶ θεωροῦντες ἐκ παραθέσεως Κρηταιεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλείσταις ἰδίᾳ καὶ κατὰ κοινὸν στάσεσι καὶ φόνοις καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς ὁμοίων ὄντων τῶν πολιτευμάτων.
 
ὁ δʼ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστʼ, εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσέχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν.
 
ἧι μὲν οὖν μοι δοκοῦσι διαφέρειν ἀλλήλων,
 
ταῦτʼ ἔστιν ᾗ δὲ πάλιν οὔτʼ ἐπαινετὴν οὔτε ζηλωτὴν ἡγούμεθʼ εἶναι τὴν Κρητικὴν πολιτείαν, νῦν
 
ἤδη διέξιμεν. ἐγὼ γὰρ οἶμαι δύʼ ἀρχὰς εἶναι πάσης πολιτείας, διʼ ὧν αἱρετὰς ἢ φευκτὰς συμβαίνει γίνεσθαι τάς τε δυνάμεις αὐτῶν καὶ τὰς συστάσεις· αὗται δʼ εἰσὶν ἔθη καὶ νόμοι·
 
ὧν τὰ μὲν αἱρετὰ τούς τε κατʼ ἰδίαν βίους τῶν ἀνθρώπων ὁσίους ἀποτελεῖ καὶ σώφρονας τό τε κοινὸν ἦθος τῆς πόλεως ἥμερον ἀπεργάζεται καὶ δίκαιον, τὰ δὲ φευκτὰ τοὐναντίον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme