Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 5

103.2 οἳ καὶ συμμίξαντες τοῖς Αἰτωλοῖς πανδημεὶ συνηθροισμένοις ἐν Ναυπάκτῳ, βραχέα διαλεχθέντες καὶ θεωροῦντες αὐτῶν τὴν ὁρμὴν τὴν πρὸς τὰς διαλύσεις, ἔπλεον ἐξ ὑποστροφῆς πρὸς τὸν Φίλιππον χάριν τοῦ διασαφῆσαι περὶ τούτων.
103.3 οἱ δʼ Αἰτωλοί, σπεύδοντες διαλύσασθαι τὸν πόλεμον, ἐξαπέστελλον ἅμα τούτοις πρέσβεις πρὸς τὸν Φίλιππον, ἀξιοῦντες παραγενέσθαι μετὰ τῆς δυνάμεως πρὸς σφᾶς, ἵνα τῆς κοινολογίας ἐκ χειρὸς γινομένης τύχῃ τὰ πράγματα τῆς ἁρμοζούσης διεξαγωγῆς.
103.4 ὁ δὲ βασιλεὺς παρορμηθεὶς τοῖς παρακαλουμένοις διέπλευσε μετὰ τῆς δυνάμεως πρὸς τὰ λεγόμενα Κοῖλα τῆς Ναυπακτίας, ἃ τῆς πόλεως εἴκοσι μάλιστα σταδίους ἀφέστηκε·
103.5 στρατοπεδεύσας δὲ καὶ περιλαβὼν χάρακι τὰς νῆας καὶ τὴν παρεμβολήν, ἔμενε προσανέχων τὸν καιρὸν τῆς ἐντεύξεως.
103.6 οἱ δʼ Αἰτωλοὶ χωρὶς τῶν ὅπλων ἧκον πανδημεί, καὶ διασχόντες ὡς δύο στάδια τῆς Φιλίππου παρεμβολῆς διεπέμποντο καὶ διελέγοντο περὶ τῶν ἐνεστώτων.
103.7 τὸ μὲν οὖν πρῶτον ὁ βασιλεὺς πάντας ἐξέπεμπε τοὺς ἥκοντας παρὰ τῶν συμμάχων, κελεύσας ἐπὶ τούτοις προτείνειν τὴν εἰρήνην τοῖς Αἰτωλοῖς, ὥστʼ ἔχειν ἀμφοτέρους ἃ νῦν ἔχουσι·
103.8 δεξαμένων δὲ τῶν Αἰτωλῶν ἑτοίμως, τὸ λοιπὸν ἤδη περὶ τῶν κατὰ μέρος συνεχεῖς ἐγίνοντο διαποστολαὶ πρὸς ἀλλήλους, ὧν τὰς μὲν πλείους παρήσομεν διὰ τὸ μηδὲν ἔχειν ἄξιον μνήμης,
103.9 τῆς δʼ Ἀγελάου τοῦ Ναυπακτίου παραινέσεως ποιησόμεθα μνήμην, ᾗ κατὰ τὴν πρώτην ἔντευξιν ἐχρήσατο πρός τε τὸν
104.1 βασιλέα καὶ τοὺς παρόντας συμμάχους. ὃς ἔφη δεῖν μάλιστα μὲν μηδέποτε πολεμεῖν τοὺς Ἕλληνας ἀλλήλοις, ἀλλὰ μεγάλην χάριν ἔχειν τοῖς θεοῖς, εἰ λέγοντες ἓν καὶ ταὐτὸ πάντες καὶ συμπλέκοντες τὰς χεῖρας, καθάπερ οἱ τοὺς ποταμοὺς διαβαίνοντες, δύναιντο τὰς τῶν βαρβάρων ἐφόδους ἀποτριβόμενοι συσσῴζειν σφᾶς αὐτοὺς καὶ τὰς πόλεις.
104.2 οὐ μὴν ἀλλʼ εἰ τὸ παράπαν τοῦτο μὴ δυνατόν, κατά γε τὸ παρὸν ἠξίου συμφρονεῖν καὶ φυλάττεσθαι, προϊδομένους τὸ βάρος τῶν στρατοπέδων καὶ τὸ μέγεθος τοῦ συνεστῶτος πρὸς ταῖς δύσεσι πολέμου·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme