Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 5

98.6 πολλὰ δὲ καὶ λίαν τῶν τοιούτων ἐστὶ παραδείγματα· πλείους γὰρ ἂν εὕροι τις τῶν ἀποτυγχανόντων ἐν ταῖς τοιαύταις ἐπιβολαῖς τοὺς μὲν ἀπολωλότας, τοὺς δʼ εἰς τὸν ἔσχατον παραγεγονότας κίνδυνον, τῶν ἀβλαβῶς ἀπολελυμένων.
98.7 πρός γε μὴν τὸ μέλλον ὁμολογουμένως ἀπιστίας καὶ μῖσος ἐξεργάζονται καθʼ αὑτῶν, ἔτι δὲ φυλακὴν παραγγέλλουσι πᾶσιν·
98.8 οὐ γὰρ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τοῖς συνεῖσι τὸ γεγονὸς τρόπον τινὰ παράγγελμα δίδοται προσέχειν αὑτοῖς καὶ φυλάττεσθαι.
98.9 διόπερ οὐδέποτε ταῖς τοιαύταις ἐπινοίαις εἰκῇ χρηστέον τοὺς ἐπὶ πραγμάτων ταττομένους.
98.10 ὁ δὲ τρόπος τῆς ἐκμετρήσεως καὶ κατασκευῆς τῶν τοιούτων εὐχερὴς καὶ ἀδιάπτωτος, ἐὰν λαμβάνηται μεθοδικῶς.
98.11 νῦν μὲν οὖν τὸ συνεχὲς τῆς διηγήσεως ἀποδοτέον· περὶ δὲ τοῦ τοιούτου γένους πάλιν μεταλαβόντες ἁρμόζοντα καιρὸν καὶ τόπον κατὰ τὴν πραγματείαν πειρασόμεθα συνυποδεικνύειν πῶς ἄν τις ἥκιστα περὶ τὰς τοιαύτας ἐπιβολὰς ἁμαρτάνοι.
99.1 ὁ δὲ Φίλιππος διαψευσθεὶς τῆς πράξεως, καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἐνιπέα ποταμόν, συνῆγε τὰς παρασκευὰς ἔκ τε τῆς Λαρίσης καὶ τῶν ἄλλων πόλεων, ἃς ἐπεποίητο κατὰ χειμῶνα πρὸς τὴν πολιορκίαν·
99.2 ἡ γὰρ ὅλη πρόθεσις ἦν αὐτῷ τῆς στρατείας ἐξελεῖν τὰς Φθιώτιδας καλουμένας Θήβας.
99.3 ἡ δὲ πόλις αὕτη κεῖται μὲν οὐ μακρὰν ἀπὸ τῆς θαλάττης, ἀπέχουσα Λαρίσης ὡς τριακοσίους σταδίους, ἐπίκειται δʼ εὐκαίρως τῇ τε Μαγνησίᾳ καὶ τῇ Θετταλίᾳ, καὶ μάλιστα τῆς μὲν Μαγνησίας τῇ τῶν Δημητριέων χώρᾳ, τῆς δὲ Θετταλίας τῇ τῶν Φαρσαλίων καὶ Φεραίων.
99.4 ἐξ ἧς καὶ τότε, κατεχόντων αὐτὴν τῶν Αἰτωλῶν καὶ συνεχεῖς ποιουμένων τὰς ἐπιδρομάς, μεγάλα συνέβαινε βλάπτεσθαι τούς τε Δημητριεῖς καὶ τοὺς Φαρσαλίους, ἔτι δὲ Λαρισαίους·
99.5 πολλάκις γὰρ ἐποιοῦντο τὰς καταδρομὰς ἕως ἐπὶ τὸ καλούμενον Ἀμυρικὸν πεδίον.
99.6 διόπερ ὁ Φίλιππος οὐκ ἐν μικρῷ τιθέμενος μεγάλην ἐποιεῖτο σπουδὴν ὑπὲρ τοῦ κατὰ κράτος ἐξελεῖν αὐτήν.
99.7 συναχθέντων δὲ καταπελτῶν μὲν ἑκατὸν πεντήκοντα, πετροβολικῶν δʼ ὀργάνων πέντε καὶ εἴκοσι, προσῆλθε ταῖς Θήβαις, καὶ διελὼν τὸ στρατόπεδον εἰς τρία μέρη διέλαβε τοὺς πέριξ τόπους τῆς πόλεως,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme