Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 5

69.5 τὸ δὲ τρίτον πρὸς θάλατταν ἀπένειμε, Διοκλέα τὸν στρατηγὸν τῆς Παραποταμίας ἡγεμόνα συστήσας.
69.6 αὐτὸς δὲ μετὰ τῆς θεραπείας εἶχε τὸν μέσον τόπον, πάντα βουλόμενος ἐποπτεύειν καὶ παντὶ τῷ δεομένῳ παραβοηθεῖν.
69.7 ἅμα δὲ τούτοις ἐξηρτυμένοι παρενέβαλον εἰς ναυμαχίαν οἱ περὶ τὸν Διόγνητον καὶ Περιγένην, συνάπτοντες κατὰ τὸ δυνατὸν τῇ γῇ καὶ πειρώμενοι ποιεῖν ὡς ἂν εἰ μίαν ἐπιφάνειαν τῆς πεζομαχίας καὶ ναυμαχίας.
69.8 πάντων δὲ ποιησαμένων ἀφʼ ἑνὸς σημείου καὶ παραγγέλματος ἑνὸς τὰς προσβολάς, ἡ μὲν ναυμαχία πάρισον εἶχε τὸν κίνδυνον διὰ τὸ καὶ τῷ πλήθει καὶ ταῖς παρασκευαῖς παραπλήσιον εἶναι τὸ παρʼ ἀμφοῖν ναυτικόν,
69.9 τῶν δὲ πεζῶν τὸ μὲν πρῶτον ἐπεκράτουν οἱ τοῦ Νικολάου, συγχρώμενοι ταῖς τῶν τόπων ὀχυρότησι, ταχὺ δὲ τῶν περὶ τὸν Θεόδοτον ἐκβιασαμένων τοὺς ἐπὶ τῇ παρωρείᾳ, κἄπειτα ποιουμένων ἐξ ὑπερδεξίου τὴν ἔφοδον, τραπέντες οἱ περὶ τὸν Νικόλαον ἔφευγον προτροπάδην ἅπαντες.
69.10 κατὰ δὲ τὴν φυγὴν ἔπεσον μὲν αὐτῶν εἰς δισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους τούτων· οἱ δὲ λοιποὶ πάντες ἀπεχώρησαν ἐπὶ Σιδῶνος.
69.11 ὁ δὲ Περιγένης, ἐπικυδέστερος ὢν ταῖς ἐλπίσι κατὰ τὴν ναυμαχίαν, συνθεωρήσας τὸ κατὰ τοὺς πεζοὺς ἐλάττωμα καὶ διατραπείς, ἀσφαλῶς ἐποιήσατο τὴν ἀποχώρησιν εἰς τοὺς αὐτοὺς τόπους.
70.1 Ἀντίοχος δὲ τὴν δύναμιν ἀναλαβὼν ἧκε καὶ κατεστρατοπέδευσε πρὸς τῇ Σιδῶνι.
70.2 τὸ μὲν οὖν καταπειράζειν τῆς πόλεως ἀπέγνω διὰ τὴν προϋπάρχουσαν αὐτόθι δαψίλειαν τῆς χορηγίας καὶ τὸ πλῆθος τῶν ἐνοικούντων καὶ συμπεφευγότων ἀνδρῶν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme