Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 5

52.8 οἳ τὸ μὲν πρῶτον συνεπλέκοντο καὶ κατεπείραζον ἀλλήλων, ἐν δὲ τῷ συνάψαι τὰς παρʼ ἀμφοῖν δυνάμεις ἀπέστησαν. καὶ τότε μὲν ἀναχωρήσαντες εἰς τὰς ἰδίας παρεμβολὰς ἐστρατοπέδευσαν τετταράκοντα σταδίους ἀπʼ ἀλλήλων διεστῶτες·
52.9 τῆς δὲ νυκτὸς ἐπιγενομένης συλλογισάμενος ὁ Μόλων ὡς ἐπισφαλὴς γίνεται καὶ δύσχρηστος τοῖς ἀποστάταις πρὸς τοὺς βασιλεῖς ὁ μεθʼ ἡμέραν καὶ κατὰ πρόσωπον κίνδυνος, ἐπεβάλετο νυκτὸς ἐγχειρεῖν τοῖς περὶ τὸν Ἀντίοχον.
52.10 ἐπιλέξας δὲ τοὺς ἐπιτηδειοτάτους καὶ τοὺς ἀκμαιοτάτους ἐκ παντὸς τοῦ στρατοπέδου περιῄει κατά τινας τόπους, θέλων ἐξ ὑπερδεξίου ποιήσασθαι τὴν ἐπίθεσιν.
52.11 γνοὺς δὲ κατὰ τὴν πορείαν δέκα νεανίσκους ἁθρόους ἀποκεχωρηκότας πρὸς τὸν Ἀντίοχον, ταύτης μὲν τῆς ἐπινοίας ἀπέστη,
52.12 ταχὺ δʼ ἐκ μεταβολῆς ποιησάμενος τὴν ἀποχώρησιν καὶ παραγενόμενος εἰς τὸν ἑαυτοῦ χάρακα περὶ τὴν ἑωθινήν, πᾶν τὸ στρατόπεδον ἐνέπλησε θορύβου καὶ ταραχῆς·
52.13 δείσαντες γὰρ ἐκ τῶν ὕπνων οἱ κατὰ τὸν χάρακα διὰ τὴν τῶν προσιόντων ἔφοδον μικροῦ δεῖν ἐξέπεσον ἐκ τῆς παρεμβολῆς.
52.14 Μόλων μὲν οὖν, καθʼ ὅσον ἐδύνατο, κατεπράϋνε τὴν
53.1 γεγενημένην ἐν αὐτοῖς ταραχήν· ὁ δὲ βασιλεὺς ἕτοιμος ὢν πρὸς τὸν κίνδυνον ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐκίνει πᾶσαν ἐκ τοῦ χάρακος.
53.2 ἐπὶ μὲν οὖν τοῦ δεξιοῦ κέρως ἔταξε πρώτους τοὺς ξυστοφόρους ἱππεῖς, ἐπιστήσας Ἄρδυν, κεκριμένον ἄνδρα περὶ τὰς πολεμικὰς πράξεις·
53.3 τούτοις δὲ παρέθηκε τοὺς συμμαχικοὺς Κρῆτας, ὧν εἴχοντο Γαλάται Ῥιγόσαγες· παρὰ δὲ τούτους ἔθηκε τοὺς ἀπὸ τῆς Ἑλλάδος ξένους καὶ μισθοφόρους, οἷς ἑπόμενον παρενέβαλε τὸ τῆς φάλαγγος σύστημα.
53.4 τὸ δʼ εὐώνυμον κέρας ἀπέδωκε τοῖς Ἑταίροις προσαγορευομένοις, οὖσιν ἱππεῦσι. τὰ δὲ θηρία πρὸ τῆς δυνάμεως ἐν διαστήμασι κατέστησε, δέκα τὸν ἀριθμὸν ὄντα.
53.5 τὰ δʼ ἐπιτάγματα τῶν πεζῶν καὶ τῶν ἱππέων ἐπὶ τὰ κέρατα μερίσας κυκλοῦν παρήγγειλε τοὺς πολεμίους, ἐπειδὰν συμβάλωσι.
53.6 μετὰ δὲ ταῦτα παρεκάλει τὰς δυνάμεις ἐπιπορευόμενος διὰ βραχέων τὰ πρέποντα τοῖς καιροῖς. καὶ τὸ μὲν εὐώνυμον κέρας Ἑρμείᾳ καὶ Ζεύξιδι παρέδωκε, τὸ δὲ δεξιὸν αὐτὸς εἶχε. Μόλων δὲ δύσχρηστον μὲν ἐποιήσατο τὴν ἐξαγωγήν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme