Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 5

36.4 μᾶλλον δʼ αὐτοῦ θαυμάσαντος τὴν ἐπαγγελίαν "οὐχ ὁρᾷσ" ἔφη "διότι σχεδὸν εἰς τρισχιλίους εἰσὶν ἀπὸ Πελοποννήσου ξένοι καὶ Κρῆτες εἰς χιλίους, οἷς ἐὰν νεύσωμεν ἡμεῖς μόνον, ἑτοίμως ὑπουργήσουσι πάντες; τούτων δὲ συστραφέντων, τίνας ἀγωνιᾷς;
36.5 ἢ δῆλον" ἔφη "τοὺς ἀπὸ Συρίας καὶ Καρίας στρατιώτας;"
36.6 τότε μὲν οὖν ἡδέως ὁ Σωσίβιος ἀκούσας ταῦτα διπλασίως ἐπερρώσθη πρὸς τὴν κατὰ τῆς Βερενίκης πρᾶξιν·
36.7 μετὰ δὲ ταῦτα θεωρῶν τὴν τοῦ βασιλέως ῥᾳθυμίαν, ἀεὶ τὸν λόγον ἀνενεοῦτο, καὶ πρὸ ὀφθαλμῶν τήν τε τοῦ Κλεομένους τόλμαν ἐλάμβανε καὶ τὴν τῶν ξένων πρὸς αὐτὸν εὔνοιαν.
36.8 διὸ καὶ τότε μάλιστα παρέστησε τῷ τε βασιλεῖ καὶ τοῖς φίλοις ὁρμὴν οὗτος εἰς τὸ προκαταλαβέσθαι καὶ συγκλεῖσαι τὸν Κλεομένην.
36.9 πρὸς δὲ τὴν ἐπίνοιαν ταύτην
37.1 ἐχρήσατο συνεργήματι τοιούτῳ τινί. Νικαγόρας τις ἦν Μεσσήνιος· οὗτος ὑπῆρχε πατρικὸς ξένος Ἀρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως.
37.2 τὸν μὲν οὖν πρὸ τοῦ χρόνον βραχεῖά τις ἦν τοῖς προειρημένοις ἐπιπλοκὴ πρὸς ἀλλήλους· καθʼ ὃν δὲ καιρὸν Ἀρχίδαμος ἐκ τῆς Σπάρτης ἔφυγε δείσας τὸν Κλεομένην, καὶ παρεγένετʼ εἰς Μεσσηνίαν, οὐ μόνον οἰκίᾳ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὁ Νικαγόρας αὐτὸν ἐδέξατο προθύμως, ἀλλὰ καὶ κατὰ τὴν ἑξῆς συμπεριφορὰν ἐγένετό τις αὐτοῖς ὁλοσχερὴς εὔνοια καὶ συνήθεια πρὸς ἀλλήλους.
37.3 διὸ καὶ μετὰ ταῦτα, τοῦ Κλεομένους ὑποδείξαντος ἐλπίδα καθόδου καὶ διαλύσεως πρὸς τὸν Ἀρχίδαμον, ἔδωκεν αὑτὸν ὁ Νικαγόρας εἰς τὰς διαποστολὰς καὶ τὰς ὑπὲρ τῶν πίστεων συνθήκας.
37.4 ὧν κυρωθέντων ὁ μὲν Ἀρχίδαμος εἰς τὴν Σπάρτην κατῄει, πιστεύσας ταῖς διὰ τοῦ Νικαγόρου γεγενημέναις συνθήκαις,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme