Book 5
Μόλων δὲ κυριεύσας τῆς τοῦ Ξενοίτου παρεμβολῆς, καὶ μετὰ ταῦτα διαβὰς τὸν ποταμὸν ἀσφαλῶς, ἅτε μηδενὸς κωλύοντος διὰ τὸ φυγεῖν τὴν ἔφοδον αὐτοῦ καὶ τοὺς περὶ τὸν Ζεῦξιν, ἐγκρατὴς γίνεται καὶ τῆς τούτου στρατοπεδείας.
συντελεσάμενος δὲ τὰ προειρημένα παρῆν μετὰ τοῦ στρατοπέδου πρὸς τὴν Σελεύκειαν.
παραλαβὼν δὲ καὶ ταύτην ἐξ ἐφόδου διὰ τὸ πεφευγέναι τοὺς περὶ τὸν Ζεῦξιν, ἅμα δὲ τούτοις τὸν Διομέδοντα τὸν ἐπιστάτην τῆς Σελευκείας, λοιπὸν ἤδη προάγων ἀκονιτὶ κατεστρέφετο τὰς ἄνω σατραπείας.
γενόμενος δὲ κύριος τῆς τε Βαβυλωνίας καὶ τῆς περὶ τὴν Ἐρυθρὰν θάλατταν ἧκε πρὸς Σοῦσα.
τὴν μὲν οὖν πόλιν ἐξ ἐφόδου καὶ ταύτην κατέσχε, τῇ δʼ ἄκρᾳ προσβολὰς ποιούμενος οὐδὲν ἤνυε τῷ φθάσαι Διογένην τὸν στρατηγὸν εἰς αὐτὴν παρεισπεσόντα.
διὸ καὶ ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, καταλιπὼν δὲ τοὺς πολιορκήσοντας κατὰ τάχος ἀνέζευξε, καὶ κατῆρε μετὰ τῆς δυνάμεως πάλιν εἰς Σελεύκειαν τὴν ἐπὶ τῷ Τίγριδι.
πολλὴν δὲ ποιησάμενος ἐπιμέλειαν ἐνταῦθα τοῦ στρατοπέδου καὶ παρακαλέσας τὸ πλῆθος ὥρμησε πρὸς τὰς ἑξῆς πράξεις, καὶ τὴν μὲν Παραποταμίαν μέχρι πόλεως Εὐρώπου κατέσχε, τὴν δὲ Μεσοποταμίαν ἕως Δούρων.
τούτων αὐτῷ προσπεσόντων, ὡς ἐπάνω προεῖπον, ἀπογνοὺς τὰς κατὰ Κοίλην Συρίαν
ἐλπίδας ὥρμησε πρὸς ταύτας τὰς ἐπιβολάς. ἐν ᾧ καιρῷ πάλιν ἁθροισθέντος τοῦ συνεδρίου, καὶ κελεύσαντος λέγειν τοῦ βασιλέως ὑπὲρ τοῦ πῶς δεῖ χρῆσθαι ταῖς ἐπὶ τὸν Μόλωνα παρασκευαῖς, αὖτις Ἐπιγένους καταρξαμένου καὶ λέγοντος περὶ τῶν ἐνεστώτων,
ὡς ἔδει μὲν πάλαι μὴ μέλλειν κατὰ τὴν αὑτοῦ συμβουλίαν πρὸ τοῦ τηλικαῦτα προτερήματα λαβεῖν τοὺς ἐχθρούς, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔτι φάσκοντος δεῖν ἔχεσθαι τῶν πραγμάτων,
πάλιν Ἑρμείας ἀκρίτως καὶ προπετῶς ἐξοργισθεὶς ἤρξατο λοιδορεῖν τὸν εἰρημένον.
ἅμα δὲ φορτικῶς μὲν αὑτὸν ἐγκωμιάζων, ἀστόχους δὲ καὶ ψευδεῖς ποιούμενος κατηγορίας Ἐπιγένους, μαρτυρόμενος δὲ τὸν βασιλέα μὴ παριδεῖν οὕτως ἀλόγως μηδʼ ἀποστῆναι τῶν περὶ Κοίλης Συρίας ἐλπίδων,
προσέκοπτε μὲν τοῖς πολλοῖς, ἐλύπει δὲ καὶ τὸν Ἀντίοχον, μόλις δὲ κατέπαυσε τὴν ἁψιμαχίαν, πολλὴν ποιησαμένου τοῦ βασιλέως σπουδὴν εἰς τὸ διαλύειν αὐτούς.
δόξαντος δὲ τοῖς πολλοῖς Ἐπιγένους ἀναγκαιότερα καὶ συμφορώτερα λέγειν, ἐκυρώθη τὸ διαβούλιον στρατεύειν ἐπὶ τὸν Μόλωνα καὶ τούτων ἔχεσθαι τῶν πράξεων.
ταχὺ δὲ συνυποκριθεὶς καὶ μεταπεσὼν Ἑρμείας, καὶ φήσας δεῖν ἅπαντας τὸ κριθὲν ἀπροφασίστως συμπράττειν, οὗτος αὐτὸς ἕτοιμος ἦν
καὶ πολὺς πρὸς ταῖς παρασκευαῖς. ἁθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς Ἀπάμειαν, καί τινος ἐγγενομένης στάσεως τοῖς πολλοῖς ὑπὲρ τῶν προσοφειλομένων ὀψωνίων,
λαβὼν ἐπτοημένον τὸν βασιλέα καὶ δεδιότα τὸ γεγονὸς κίνημα διὰ τὸν καιρόν, ἐπηγγείλατο διαλύσειν πᾶσι τὰς σιταρχίας, ἐὰν αὐτῷ συγχωρήσῃ μὴ στρατεύειν μετʼ αὐτῶν τὸν Ἐπιγένην·
οὐ γὰρ οἷόν τʼ εἶναι τῶν κατὰ λόγον οὐδὲν πράττεσθαι κατὰ τὴν στρατείαν τηλικαύτης ἐν αὐτοῖς ὀργῆς καὶ στάσεως ἐγγεγενημένης.
ὁ δὲ βασιλεὺς δυσχερῶς μὲν ἤκουσε καὶ περὶ παντὸς ἐποιεῖτο σπουδάζων διὰ τὴν ἐμπειρίαν τῶν πολεμικῶν συστρατεύειν αὑτῷ τὸν Ἐπιγένην,
περιεχόμενος δὲ καὶ προκατειλημμένος οἰκονομίαις καὶ φυλακαῖς καὶ θεραπείαις ὑπὸ τῆς Ἑρμείου κακοηθείας οὐκ ἦν αὑτοῦ κύριος· διὸ καὶ τοῖς παροῦσιν εἴκων συνεχώρησε τοῖς ἀξιουμένοις.
τοῦ δʼ Ἐπιγένους κατὰ τὸ προσταχθὲν ἀναχωρήσαντος εἰς ἱμάτιον , οἱ μὲν οὖν ἐν τῷ συνεδρίῳ κατεπλάγησαν τὸν φθόνον,
αἱ δὲ δυνάμεις τυχοῦσαι τῶν ἀξιουμένων ἐκ μεταβολῆς εὐνοϊκῶς διέκειντο πρὸς τὸν αἴτιον τῆς τῶν ὀψωνίων διορθώσεως πλὴν τῶν Κυρρηστῶν·
οὗτοι δʼ ἐστασίασαν καὶ σχεδὸν εἰς ἑξακισχιλίους ὄντες τὸν ἀριθμὸν ἀπέστησαν, καὶ πολλὰς δή τινας ἀηδίας ἐπὶ χρόνον ἱκανὸν παρέσχον· τέλος δὲ μάχῃ κρατηθέντες ὑπό τινος τῶν τοῦ βασιλέως στρατηγῶν οἱ μὲν πλεῖστοι διεφθάρησαν, οἱ δὲ περιλειφθέντες παρέδοσαν ἑαυτοὺς εἰς τὴν τοῦ βασιλέως πίστιν.
ὁ δʼ Ἑρμείας τοὺς μὲν φίλους διὰ τὸν φόβον, τὰς δὲ δυνάμεις διὰ τὴν εὐχρηστίαν ὑφʼ ἑαυτὸν πεποιημένος, ἀναζεύξας προῆγε μετὰ τοῦ βασιλέως.
περὶ δὲ τὸν Ἐπιγένην πρᾶξιν συνεστήσατο τοιαύτην, λαβὼν συνεργὸν τὸν ἀκροφύλακα τῆς Ἀπαμείας Ἄλεξιν.
γράψας ὡς παρὰ Μόλωνος ἀπεσταλμένην ἐπιστολὴν πρὸς τὸν Ἐπιγένην πείθει τινὰ τῶν ἐκείνου παίδων ἐλπίσι μεγάλαις ψυχαγωγήσας εἰσενέγκαντα πρὸς τὸν Ἐπιγένην καταμῖξαι τὴν ἐπιστολὴν τοῖς ἐκείνου γράμμασιν.
οὗ γενομένου παρῆν εὐθέως Ἄλεξις, καὶ διηρώτα τὸν Ἐπιγένην μή τινας ἐπιστολὰς κεκόμισται παρὰ τοῦ Μόλωνος.
τοῦ δʼ ἀπειπομένου πικρῶς ἐρευνᾶν ᾔτει. ταχὺ δὲ παρεισελθὼν εὗρε τὴν ἐπιστολήν, ᾗ χρησάμενος ἀφορμῇ παραχρῆμα τὸν Ἐπιγένην ἀπέκτεινεν.
οὗ συμβάντος ὁ μὲν βασιλεὺς ἐπείσθη δικαίως ἀπολωλέναι τὸν Ἐπιγένην, οἱ δὲ περὶ τὴν αὐλὴν ὑπώπτευον μὲν τὸ γεγονός, ἦγον δὲ τὴν ἡσυχίαν διὰ τὸν φόβον.
Ἀντίοχος δὲ παραγενόμενος ἐπὶ τὸν Εὐφράτην καὶ προσαναλαβὼν τὴν δύναμιν αὖτις ἐξώρμα, καὶ διανύσας εἰς Ἀντιόχειαν τὴν ἐν Μυγδονίᾳ περὶ τροπὰς χειμερινὰς ἐπέμεινε, θέλων ἀποδέξασθαι τὴν ἐπιφορὰν καὶ τὴν ἀκμὴν τοῦ χειμῶνος.
μείνας δὲ περὶ τετταράκονθʼ ἡμέρας προῆγεν εἰς Λίββαν.
ἀποδοθέντος δʼ ἐκεῖσε διαβουλίου ποίᾳ δεῖ προάγειν ἐπὶ τὸν Μόλωνα καὶ πῶς πόθεν κεχρῆσθαι ταῖς εἰς τὰς πορείας χορηγίαις — ἐτύγχανε γὰρ ὁ Μόλων ἐν τοῖς περὶ Βαβυλῶνα τόποις ὑπάρχων —
Ἑρμείᾳ μὲν ἐδόκει παρὰ τὸν Τίγριν ποιεῖσθαι τὴν πορείαν, προβαλλομένους τοῦτόν τε καὶ τὸν Λύκον ποταμὸν καὶ τὸν Κάπρον,
Ζεῦξις δὲ λαμβάνων πρὸ ὀφθαλμῶν τὴν ἀπώλειαν τὴν Ἐπιγένους τὰ μὲν ἠγωνία λέγειν τὸ φαινόμενον, τὰ δὲ προδήλου τῆς ἀγνοίας οὔσης τῆς κατὰ τὸν Ἑρμείαν μόλις ἐθάρρησε συμβουλεύειν ὅτι διαβατέον εἴη τὸν Τίγριν,
ἀπολογιζόμενος τήν τε λοιπὴν δυσχέρειαν τῆς παρὰ τὸν ποταμὸν πορείας καὶ διότι δέοι διανύσαντας ἱκανοὺς τόπους, μετὰ ταῦτα διελθόντας ὁδὸν ἔρημον ἡμερῶν ἕξ, παραγενέσθαι πρὸς τὴν Βασιλικὴν διώρυχα καλουμένην·
ἧς προκαταληφθείσης ὑπὸ τῶν πολεμίων ἀδύνατον μὲν γενέσθαι τὴν διάβασιν αὐτῆς, ἐπισφαλῆ δὲ προφανῶς τὴν διὰ τῆς ἐρήμου πάλιν ἀποχώρησιν, καὶ μάλιστα διὰ τὴν ἐσομένην ἔνδειαν τῶν ἐπιτηδείων.
ἐκ δὲ τοῦ διαβῆναι τὸν Τίγριν πρόδηλον μὲν ἀπεδείκνυε τὴν μετάνοιαν καὶ πρόσκλισιν τῷ βασιλεῖ τῶν κατὰ τὴν Ἀπολλωνιᾶτιν χώραν ὄχλων διὰ τὸ καὶ νῦν αὐτοὺς μὴ κατὰ προαίρεσιν, ἀνάγκῃ δὲ καὶ φόβῳ ποιεῖν Μόλωνι τὸ προσταττόμενον,
πρόδηλον δὲ τὴν δαψίλειαν τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις διὰ τὴν ἀρετὴν τῆς χώρας.
τὸ δὲ μέγιστον, ἀπέφαινε διακλεισθησόμενον τὸν Μόλωνα τῆς εἰς τὴν Μηδίαν ἐπανόδου καὶ τῆς ἐξ ἐκείνων τῶν τόπων ἐπαρκείας,