Book 5
τὸ μὲν οὖν κατὰ τὴν Ἀράτου τοῦ νεωτέρου στρατηγίαν ἔτος ἐτύγχανε διεληλυθὸς περὶ τὴν τῆς Πλειάδος ἐπιτολήν· οὕτως γὰρ ἦγε τοὺς χρόνους τότε τὸ τῶν Ἀχαιῶν ἔθνος.
διόπερ οὗτος μὲν ἀπετίθετο τὴν ἀρχήν, Ἐπήρατος δὲ παρελάμβανε τὴν τῶν Ἀχαιῶν ἡγεμονίαν· Αἰτωλῶν δὲ Δωρίμαχος ἐστρατήγει.
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ἀρχομένης τῆς θερείας Ἀννίβας μὲν ἐκφανῶς ἤδη τὸν πρὸς Ῥωμαίους πόλεμον ἀνειληφώς, ὁρμήσας ἐκ Καινῆς πόλεως καὶ διαβὰς τὸν Ἴβηρα ποταμὸν ἐνήρχετο τῆς ἐπιβολῆς καὶ πορείας τῆς εἰς Ἰταλίαν·
Ῥωμαῖοι δὲ Τεβέριον μὲν Σεμπρώνιον εἰς Λιβύην μετὰ δυνάμεως, Πόπλιον δὲ Κορνήλιον εἰς Ἰβηρίαν ἐξαπέστελλον·
Ἀντίοχος δὲ καὶ Πτολεμαῖος, ἀπεγνωκότες τὰς πρεσβείας καὶ τὸ λόγῳ διεξάγειν τὴν ὑπὲρ Κοίλης Συρίας ἀμφισβήτησιν, ἐνήρχοντο πολεμεῖν ἀλλήλοις.
ὁ δὲ βασιλεὺς Φίλιππος, ἐνδεὴς ὢν σίτου καὶ χρημάτων εἰς τὰς δυνάμεις, συνῆγε τοὺς Ἀχαιοὺς διὰ τῶν ἀρχόντων εἰς ἐκκλησίαν.
ἁθροισθέντος δὲ τοῦ πλήθους εἰς Αἴγιον κατὰ τοὺς νόμους, ὁρῶν τοὺς μὲν περὶ Ἄρατον ἐθελοκακοῦντας διὰ τὴν περὶ τὰς ἀρχαιρεσίας γεγενημένην εἰς αὐτοὺς τῶν περὶ τὸν Ἀπελλῆν κακοπραγμοσύνην, τὸν δʼ Ἐπήρατον ἄπρακτον ὄντα τῇ φύσει καὶ καταγινωσκόμενον ὑπὸ πάντων,
συλλογισάμενος ἐκ τῶν προειρημένων τὴν ἄγνοιαν τῶν περὶ τὸν Ἀπελλῆν καὶ Λεόντιον, ἔκρινεν αὖθις ἀντέχεσθαι τῶν περὶ τὸν Ἄρατον.
πείσας οὖν τοὺς ἄρχοντας μεταγαγεῖν τὴν ἐκκλησίαν εἰς Σικυῶνα, λαβὼν τόν τε πρεσβύτερον καὶ τὸν νεώτερον Ἄρατον εἰς τὰς χεῖρας, καὶ πάντων τῶν γεγονότων ἀναθεὶς τὴν αἰτίαν ἐπὶ τὸν Ἀπελλῆν, παρεκάλει μένειν αὐτοὺς ἐπὶ τῆς ἐξ ἀρχῆς αἱρέσεως.
τῶν δὲ συγκαταθεμένων ἑτοίμως, εἰσελθὼν εἰς τοὺς Ἀχαιοὺς καὶ χρησάμενος συνεργοῖς τοῖς προειρημένοις, πάντα κατέπραξε τὰ πρὸς τὴν ἐπιβολήν.
πεντήκοντα μὲν γὰρ ἔδοξε τάλαντα τοῖς Ἀχαιοῖς εἰς τὴν πρώτην ἀναζυγὴν αὐτῷ δοῦσι παραχρῆμα τριμήνου μισθοδοτῆσαι τὴν δύναμιν καὶ σίτου προσθεῖναι μυριάδας·
τὸ δὲ λοιπόν, ἕως ἂν παρὼν ἐν Πελοποννήσῳ συμπολεμῇ, τάλαντα λαμβάνειν ἑκάστου μηνὸς παρὰ τῶν Ἀχαιῶν ἑπτακαίδεκα.
δοξάντων δὲ τούτων, οἱ μὲν Ἀχαιοὶ διελύθησαν ἐπὶ τὰς πόλεις· τῷ δὲ βασιλεῖ βουλευομένῳ μετὰ τῶν φίλων, ἐπειδὴ συνῆλθον αἱ δυνάμεις ἐκ τῆς παραχειμασίας, ἔδοξε χρῆσθαι κατὰ θάλατταν τῷ πολέμῳ.
οὕτως γὰρ ἐπέπειστο μόνως αὐτὸς μὲν δυνήσεσθαι ταχέως πανταχόθεν ἐπιφαίνεσθαι τοῖς πολεμίοις, τοὺς δʼ ὑπεναντίους ἥκιστʼ ἂν δύνασθαι παραβοηθεῖν ἀλλήλοις,
ἅτε διεσπασμένους μὲν ταῖς χώραις, δεδιότας δʼ ἑκάστους περὶ σφῶν διὰ τὴν ἀδηλότητα καὶ τὸ τάχος τῆς κατὰ θάλατταν παρουσίας τῶν πολεμίων· πρὸς γὰρ Αἰτωλοὺς καὶ Λακεδαιμονίους ἔτι δʼ Ἠλείους ὁ πόλεμος ἦν αὐτῷ.
κριθέντων δὲ τούτων, ἥθροιζε τάς τε τῶν Ἀχαιῶν νῆας καὶ τὰς σφετέρας εἰς τὸ Λέχαιον, καὶ συνεχεῖς ποιούμενος ἀναπείρας ἐγύμναζε τοὺς φαλαγγίτας καὶ συνείθιζε ταῖς εἰρεσίαις, προθύμως αὐτῷ πρὸς τὸ παραγγελλόμενον συνυπακουόντων τῶν Μακεδόνων·
πρός τε γὰρ τοὺς ἐν γῇ κινδύνους ἐκ παρατάξεως γενναιότατοι πρός τε τὰς κατὰ θάλατταν ἐκ τοῦ καιροῦ χρείας ἑτοιμότατοι, λειτουργοί γε μὴν περὶ τὰς ταφρείας καὶ χαρακοποιίας καὶ πᾶσαν τὴν τοιαύτην ταλαιπωρίαν φιλοπονώτατοί τινες,
οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας,
πολέμῳ κεχαρηότας ἠΰτε δαιτί.
ὁ μὲν οὖν βασιλεὺς καὶ τὸ τῶν Μακεδόνων πλῆθος ἐν τῷ Κορίνθῳ διέτριβε, περὶ τὴν κατὰ θάλατταν ἄσκησιν καὶ παρασκευὴν γινόμενος·
ὁ δʼ Ἀπελλῆς, οὔτʼ ἐπικρατεῖν τοῦ Φιλίππου δυνάμενος οὔτε φέρειν τὴν ἐλάττωσιν παρορώμενος, ποιεῖται συνωμοσίαν πρὸς τοὺς περὶ Λεόντιον καὶ Μεγαλέαν, ὥστʼ ἐκείνους μὲν συμπαρόντας ἐπʼ αὐτῶν τῶν καιρῶν ἐθελοκακεῖν καὶ λυμαίνεσθαι τὰς τοῦ βασιλέως χρείας, αὐτὸς δὲ χωρισθεὶς εἰς Χαλκίδα φροντίζειν ἵνα μηδαμόθεν αὐτῷ χορηγία παραγίνηται πρὸς τὰς ἐπιβολάς.
οὗτος μὲν οὖν τοιαῦτα συνθέμενος καὶ κακοτροπευσάμενος πρὸς τοὺς προειρημένους ἀπῆρεν εἰς τὴν Χαλκίδα; σκήψεις τινὰς εὐλόγους πρὸς τὸν βασιλέα πορισάμενος·
κἀκεῖ διατρίβων οὕτως βεβαίως ἐτήρει τὰ κατὰ τοὺς ὅρκους, πάντων αὐτῷ πειθαρχούντων κατὰ τὴν προγεγενημένην πίστιν, ὥστε τὸ τελευταῖον ἀναγκασθῆναι τὸν βασιλέα διʼ ἀπορίαν ἐνέχυρα τιθέντα τῶν πρὸς τὴν χρείαν ἀργυρωμάτων ἀπὸ τούτων ποιεῖσθαι τὴν διαγωγήν.
ἡθροισμένων δὲ τῶν πλοίων, καὶ τῶν Μακεδόνων ἤδη ταῖς εἰρεσίαις κατηρτισμένων, σιτομετρήσας καὶ μισθοδοτήσας ὁ βασιλεὺς τὴν δύναμιν ἀνήχθη, καὶ κατῆρε δευτεραῖος εἰς Πάτρας, ἔχων Μακεδόνας μὲν ἑξακισχιλίους, μισθοφόρους δὲ χιλίους καὶ διακοσίους.
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Δωρίμαχος ὁ τῶν Αἰτωλῶν στρατηγὸς Ἀγέλαον καὶ Σκόπαν ἐξαπέστειλε τοῖς Ἠλείοις μετὰ Νεοκρήτων πεντακοσίων· οἱ δʼ Ἠλεῖοι δεδιότες μὴ τὴν Κυλλήνην ὁ Φίλιππος ἐπιβάληται πολιορκεῖν, στρατιώτας τε μισθοφόρους συνήθροιζον καὶ τοὺς πολιτικοὺς ἡτοίμαζον, ὠχυροῦντο δὲ καὶ τὴν Κυλλήνην ἐπιμελῶς.
εἰς ἃ βλέπων ὁ Φίλιππος, τούς τε τῶν Ἀχαιῶν μισθοφόρους καὶ τῶν παρʼ αὑτῷ Κρητῶν καὶ τῶν Γαλατικῶν ἱππέων τινάς, σὺν δὲ τούτοις τῶν ἐξ Ἀχαΐας ἐπιλέκτων εἰς δισχιλίους πεζοὺς ἁθροίσας, ἐν τῇ τῶν Δυμαίων πόλει κατέλειπεν, ἅμα μὲν ἐφεδρείας ἔχοντας, ἅμα δὲ προφυλακῆς τάξιν πρὸς τὸν ἀπὸ τῆς Ἠλείας φόβον.
αὐτὸς δʼ, ἔτι πρότερον γεγραφὼς τοῖς Μεσσηνίοις καὶ τοῖς Ἠπειρώταις, ἔτι δὲ τοῖς Ἀκαρνᾶσι καὶ Σκερδιλαΐδᾳ, πληροῦν ἑκάστοις τὰ παρʼ αὑτοῖς πλοῖα καὶ συναντᾶν εἰς Κεφαλληνίαν, ἀναχθεὶς ἐκ τῶν Πατρῶν κατὰ τὴν σύνταξιν ἔπλει, καὶ προσέσχε τῆς Κεφαλληνίας κατὰ Πρόννους.
ὁρῶν δὲ τό τε πολισμάτιον [τοὺς Πρόννους] δυσπολιόρκητον ὂν καὶ τὴν χώραν στενήν, παρέπλει τῷ στόλῳ, καὶ καθωρμίσθη πρὸς τὴν τῶν Παλαιῶν πόλιν.
συνιδὼν δὲ ταύτην τὴν χώραν γέμουσαν σίτου καὶ δυναμένην τρέφειν στρατόπεδον, τὴν μὲν δύναμιν ἐκβιβάσας προσεστρατοπέδευσε τῇ πόλει, τὰς δὲ ναῦς συνορμίσας τάφρῳ καὶ χάρακι περιέλαβε, τοὺς δὲ Μακεδόνας ἐφῆκε σιτολογεῖν.
αὐτὸς δὲ περιῄει τὴν πόλιν, ἐπισκοπῶν πῶς δυνατὸν εἴη προσάγειν ἔργα τῷ τείχει καὶ μηχανάς, βουλόμενος ἅμα μὲν προσδέξασθαι τοὺς συμμάχους, ἅμα δὲ τὴν πόλιν ἐξελεῖν,
ἵνα πρῶτον μὲν Αἰτωλῶν παρέληται τὴν ἀναγκαιοτάτην ὑπηρεσίαν — ταῖς γὰρ τῶν Κεφαλλήνων ναυσὶ χρώμενοι τάς τʼ εἰς Πελοπόννησον ἐποιοῦντο διαβάσεις καὶ τὰς Ἠπειρωτῶν ἔτι δʼ Ἀκαρνάνων ἐπόρθουν παραλίας —
δεύτερον δʼ ἵνα παρασκευάσῃ μὲν αὑτῷ, παρασκευάσῃ δὲ τοῖς συμμάχοις ὁρμητήριον εὐφυὲς κατὰ τῆς τῶν πολεμίων χώρας.
ἡ γὰρ Κεφαλληνία κεῖται μὲν κατὰ τὸν Κορινθιακὸν κόλπον ὡς εἰς τὸ Σικελικὸν ἀνατείνουσα πέλαγος,
ἐπίκειται δὲ τῆς μὲν Πελοποννήσου τοῖς πρὸς ἄρκτον καὶ πρὸς ἑσπέραν μέρεσι κεκλιμένοις καὶ μάλιστα τῇ τῶν Ἠλείων χώρᾳ, τῆς δʼ Ἠπείρου καὶ τῆς Αἰτωλίας ἔτι δὲ τῆς Ἀκαρνανίας τοῖς πρὸς μεσημβρίαν καὶ πρὸς τὰς δύσεις μέρεσιν ἐστραμμένοις.
διὸ καὶ πρός τε τὴν συναγωγὴν τῶν συμμάχων εὐφυῶς ἐχούσης καὶ κατὰ τῆς τῶν πολεμίων καὶ πρὸ τῆς τῶν φίλων χώρας εὐκαίρως κειμένης, ἔσπευδε χειρωσάμενος ὑφʼ αὑτὸν ποιήσασθαι τὴν νῆσον.
συνθεωρῶν δὲ τὰ μὲν ἄλλα πάντα μέρη τῆς πόλεως τὰ μὲν θαλάττῃ, τὰ δὲ κρημνοῖς περιεχόμενα, βραχὺν δέ τινα τόπον ἐπίπεδον αὐτῆς ὑπάρχοντα, τὸ πρὸς τὴν Ζάκυνθον ἐστραμμένον, τῇδε διενοεῖτο προσάγειν ἔργα καὶ τῇδε τὴν ὅλην συνίστασθαι πολιορκίαν.
ὁ μὲν οὖν βασιλεὺς περὶ ταῦτα καὶ πρὸς τούτοις ἦν. κατὰ δὲ τὸν καιρὸν τοῦτον πεντεκαίδεκα μὲν ἧκον λέμβοι παρὰ Σκερδιλαΐδου — τοὺς γὰρ πλείστους ἐκωλύθη πέμψαι διὰ τὰς γενομένας ἐπιβουλὰς καὶ ταραχὰς περὶ τοὺς κατὰ τὴν Ἰλλυρίδα πολιδυνάστας —
ἧκον δὲ καὶ παρʼ Ἠπειρωτῶν καὶ παρʼ Ἀκαρνάνων ἔτι δὲ Μεσσηνίων οἱ διαταχθέντες σύμμαχοι·
τῆς γὰρ τῶν Φιαλέων πόλεως ἐξαιρεθείσης ἀπροφασίστως τὸ λοιπὸν ἤδη μετεῖχον Μεσσήνιοι τοῦ πολέμου.
τῶν δὲ πρὸς τὴν πολιορκίαν ἡτοιμασμένων, διαθεὶς τὰ βέλη καὶ τοὺς πετροβόλους κατὰ τοὺς ἁρμόζοντας τόπους πρὸς τὸ κωλύειν τοὺς ἀμυνομένους, παρακαλέσας τοὺς Μακεδόνας ὁ βασιλεὺς προσῆγε τὰς μηχανὰς τοῖς τείχεσι καὶ διὰ τούτων τοῖς ὀρύγμασιν ἐνεχείρει.