Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 4

79.3 ταῦτα γὰρ ἐπίχειρα τότε τοῖς Αἰτωλῶν ἐγίνετο συμμάχοις, τὸ μὴ μόνον ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἐγκαταλείπεσθαι προφανῶς, ἀλλὰ καὶ διαρπαγέντας ἢ προδοθέντας τούτοις περιπίπτειν ὑπὸ τῶν συμμάχων, ἃ τοῖς κρατηθεῖσιν ὑπὸ τῶν πολεμίων ὀφείλεται πάσχειν.
79.4 οἱ δὲ Τυπανεᾶται παρέδοσαν τῷ Φιλίππῳ τὴν πόλιν. τούτοις δὲ τὸ παραπλήσιον ἐποίησαν οἱ τὴν Ὕπαναν κατοικοῦντες.
79.5 ἅμα δὲ τούτοις Φιαλεῖς, ἀκούοντες τὰ περὶ τὴν Τριφυλίαν καὶ δυσαρεστούμενοι τῇ τῶν Αἰτωλῶν συμμαχίᾳ, κατέλαβον μετὰ τῶν ὅπλων τὸν περὶ τὸ πολεμάρχιον τόπον.
79.6 οἱ δὲ τῶν Αἰτωλῶν πειραταί, διατρίβοντες ἐν ταύτῃ τῇ πόλει διὰ τὰς ἐκ τῆς Μεσσηνίας ὠφελείας, τὸ μὲν πρῶτον οἷοί τʼ ἦσαν ἐγχειρεῖν καὶ κατατολμᾶν τῶν Φιαλέων,
79.7 ὁρῶντες δὲ τοὺς πολίτας ὁμοθυμαδὸν ἁθροιζομένους πρὸς τὴν βοήθειαν, ἀπέστησαν τῆς ἐπιβολῆς, σπεισάμενοι δὲ καὶ λαβόντες τὰς αὑτῶν ἀποσκευὰς ἀπῆλθον ἐκ τῆς πόλεως.
79.8 οἱ δὲ Φιαλεῖς διαπρεσβευσάμενοι πρὸς τὸν Φίλιππον ἐνεχείρισαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.
80.1 ἔτι δὴ τούτων πραττομένων οἱ Λεπρεᾶται καταλαβόμενοι τόπον τινὰ τῆς πόλεως ἠξίουν ἐκχωρεῖν τῆς ἄκρας καὶ τῆς πόλεως τοὺς Ἠλείους καὶ τοὺς Αἰτωλούς, ὁμοίως δὲ καὶ τοὺς παρὰ Λακεδαιμονίων· ἧκε γὰρ καὶ παρʼ ἐκείνων αὐτοῖς βοήθεια.
80.2 τὸ μὲν οὖν πρῶτον οἱ περὶ τὸν Φιλλίδαν οὐ προσεῖχον, ἀλλʼ ἔμενον, ὡς καταπληξόμενοι τοὺς ἐν τῇ πόλει·
80.3 τοῦ δὲ βασιλέως εἰς μὲν τὴν Φιγάλειαν Ταυρίωνα μετὰ στρατιωτῶν ἐξαποστείλαντος, αὐτοῦ δὲ προάγοντος εἰς τὸ Λέπρεον καὶ συνεγγίζοντος ἤδη τῇ πόλει, συνέντες οἱ περὶ τὸν Φιλλίδαν ἐταπεινώθησαν, οἱ δὲ Λεπρεᾶται προσεπερρώσθησαν ταῖς ὁρμαῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme