Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 4

43.4 ἐπὰν δʼ εἰς τὸ τῆς Εὐρώπης Ἑρμαῖον, ᾗ στενώτατον ἔφαμεν εἶναι, φερόμενος ἐκ τοῦ Πόντου καὶ συγκλειόμενος ὁ ῥοῦς βίᾳ προσπέσῃ, τότε δὴ τραπεὶς ὥσπερ ἀπὸ πληγῆς ἐμπίπτει τοῖς ἀντιπέρας τῆς Ἀσίας τόποις.
43.5 ἐκεῖθεν δὲ πάλιν, οἷον ἐξ ὑποστροφῆς, τὴν ἀνταπόδοσιν ποιεῖται πρὸς τὰ περὶ τὰς Ἑστίας ἄκρα καλούμενα τῆς Εὐρώπης.
43.6 ὅθεν αὖθις ὁρμήσας προσπίπτει πρὸς τὴν Βοῦν καλουμένην, ὅς ἐστι τῆς Ἀσίας τόπος, ἐφʼ ὃν ἐπιστῆναί φασι πρῶτον οἱ μῦθοι τὴν Ἰὼ περαιωθεῖσαν.
43.7 πλὴν ὅ γε ῥοῦς τὸ τελευταῖον ὁρμήσας ἀπὸ τῆς Βοὸς ἐπʼ αὐτὸ φέρεται τὸ Βυζάντιον, περισχισθεὶς δὲ περὶ τὴν πόλιν βραχὺ μὲν εἰς τὸν κόλπον αὑτοῦ διορίζει τὸν καλούμενον Κέρας, τὸ δὲ πλεῖον πάλιν ἀπονεύει.
43.8 διευτονεῖν μὲν οὖν οὐκέτι δύναται πρὸς τὴν ἀντιπέρας χώραν, ἐφʼ ἧς ἐστι Καλχηδών·
43.9 πλεονάκις γὰρ τὴν ἀνταπόδοσιν πεποιημένος, καὶ τοῦ πόρου πλάτος ἔχοντος, ἤδη περὶ τοῦτον τὸν τόπον ἐκλυόμενος ὁ ῥοῦς οὐκέτι βραχείας πρὸς ὀξεῖαν γωνίαν ποιεῖται τὰς ἀνακλάσεις ἐπὶ τὴν περαίαν, ἀλλὰ μᾶλλον πρὸς ἀμβλεῖαν·
43.10 διόπερ ἀπολιπὼν τὴν τῶν Καλχηδονίων πόλιν φέρεται
44.1 διὰ πόρου. καὶ τὸ ποιοῦν τὴν μὲν τῶν Βυζαντίων πόλιν εὐκαιροτάτην, τὴν δὲ τῶν Καλχηδονίων τἀναντία, τοῦτʼ ἔστι τὸ νῦν ὑφʼ ἡμῶν εἰρημένον, καίπερ ἀπὸ τῆς ὄψεως ὁμοίας ἀμφοτέραις δοκούσης εἶναι τῆς θέσεως πρὸς τὴν εὐκαιρίαν.
44.2 ἀλλʼ ὅμως εἰς τὴν μὲν βουληθέντα καταπλεῦσʼ οὐ ῥᾴδιον, πρὸς ἣν δέ, κἂν μὴ βούλῃ, φέρει κατʼ ἀνάγκην ὁ ῥοῦς, καθάπερ ἀρτίως εἴπομεν.
44.3 σημεῖον δὲ τούτου· ἐκ Καλχηδόνος γὰρ οἱ βουλόμενοι διαίρειν εἰς Βυζάντιον οὐ δύνανται πλεῖν κατʼ εὐθεῖαν διὰ τὸν μεταξὺ ῥοῦν, ἀλλὰ παράγουσιν ἐπί τε τὴν Βοῦν καὶ τὴν καλουμένην Χρυσόπολιν,
44.4 ἣν Ἀθηναῖοι τότε κατασχόντες Ἀλκιβιάδου γνώμῃ παραγωγιάζειν ἐπεβάλοντο πρῶτον τοὺς εἰς Πόντον πλέοντας, τὸ δʼ ἔμπροσθεν ἀφιᾶσι κατὰ ῥοῦν, ᾧ φέρονται κατʼ ἀνάγκην πρὸς τὸ Βυζάντιον.
44.5 ὅμοια δὲ τούτοις καὶ τὰ κατὰ τὸν ἐπὶ θάτερα πλοῦν ἐστι τῆς Βυζαντίων πόλεως·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme