Book 4
26.6
γνόντες δὲ παραγινόμενον, ἀπέστειλαν γραμματοφόρον διασαφοῦντες ὡς οὐ δύνανται πρὸ τῆς τῶν Αἰτωλῶν συνόδου διʼ αὑτῶν οὐδὲν ὑπὲρ τῶν ὅλων οἰκονομεῖν.
26.7
οἱ δʼ Ἀχαιοὶ συνελθόντες εἰς τὴν καθήκουσαν σύνοδον τό τε δόγμα πάντες ἐπεκύρωσαν καὶ τὸ λάφυρον ἐπεκήρυξαν κατὰ τῶν Αἰτωλῶν.
26.8
προσελθόντος δὲ καὶ τοῦ βασιλέως πρὸς τὴν βουλὴν ἐν Αἰγίῳ καὶ διαλεχθέντος διὰ πλειόνων, τὰ ῥηθέντα μετʼ εὐνοίας ἀπεδέξαντο καὶ τὰ προϋπάρχοντα φιλάνθρωπα τοῖς προγόνοις ἀνενεώσαντο πρὸς αὐτὸν τὸν Φίλιππον.
27.1
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Αἰτωλοί, συνάψαντος τοῦ τῶν ἀρχαιρεσίων χρόνου, στρατηγὸν αὑτῶν εἵλοντο Σκόπαν, ὃς ἐγεγόνει πάντων τῶν προειρημένων ἀδικημάτων αἴτιος.
27.2
ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν. τὸ γὰρ κοινῷ μὲν δόγματι μὴ πολεμεῖν, πανδημεὶ δὲ στρατεύοντας ἄγειν καὶ φέρειν τὰ τῶν πέλας, καὶ κολάζειν μὲν μηδένα τῶν αἰτίων, στρατηγοὺς δʼ αἱρεῖσθαι καὶ τιμᾶν τοὺς προεστῶτας τῶν τοιούτων ἔργων, ἐμοὶ μὲν δοκεῖ τῆς πάσης γέμειν κακοπραγμοσύνης·
27.3
τί γὰρ ἂν ἄλλο τις τὰς τοιαύτας κακίας ὀνομάσειε; δῆλον δʼ ἔσται τὸ λεγόμενον ἐκ τούτων.
27.4
Λακεδαιμόνιοι τὴν Καδμείαν Φοιβίδου παρασπονδήσαντος τὸν μὲν αἴτιον ἐζημίωσαν, τὴν δὲ φρουρὰν οὐκ ἐξήγαγον, ὥσπερ λυομένης τῆς ἀδικίας διὰ τῆς τοῦ πράξαντος βλάβης, παρὸν τἀναντία ποιεῖν· τοῦτο γὰρ διέφερε τοῖς Θηβαίοις.
27.5
πάλιν ἐκήρυττον ἀφιέντες τὰς πόλεις ἐλευθέρας καὶ αὐτονόμους κατὰ τὴν ἐπʼ Ἀνταλκίδου γενομένην εἰρήνην, τοὺς δʼ ἁρμοστὰς οὐκ ἐξῆγον ἐκ τῶν πόλεων.