Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 4

 
οἱ μὲν οὖν περὶ τὸν Ἀλέξανδρον καὶ Δωρίμαχον, ἅμα δὲ τούτοις Ἀρχίδαμον τὸν Πανταλέοντος υἱόν, ἔχοντες περὶ αὑτοὺς τὸ πλῆθος τῶν Αἰτωλῶν, προσέβαινον πρὸς τὴν πόλιν κατὰ τὴν ἀπʼ Αἰγίου φέρουσαν ὁδόν.
 
ὁ δʼ αὐτόμολος, ἔχων εἴκοσι τοὺς ἐπιτηδειοτάτους, διανύσας ταῖς ἀνοδίαις τοὺς κρημνοὺς θᾶττον τῶν ἄλλων διὰ τὴν ἐμπειρίαν, καὶ διαδὺς διά τινος ὑδρορροίας, ἔτι κοιμωμένους κατέλαβε τοὺς ἐπὶ τοῦ πυλῶνος.
 
κατασφάξας δʼ αὐτοὺς ἀκμὴν ἐν ταῖς κοίταις ὄντας, καὶ διακόψας τοῖς πελέκεσι τοὺς μοχλούς, ἀνέῳξε τοῖς Αἰτωλοῖς τὰς πύλας.
 
οἱ δὲ παρεισπεσόντες λαμπρῶς ἀπερινοήτως ἐχρήσαντο τοῖς πράγμασιν. ὃ καὶ παραίτιον ἐγένετο τοῖς μὲν Αἰγειράταις τῆς σωτηρίας, τοῖς δʼ Αἰτωλοῖς τῆς ἀπωλείας.
 
ὑπολαμβάνοντες γὰρ τοῦτο τέλος εἶναι τοῦ κατασχεῖν ἀλλοτρίαν πόλιν, τὸ γενέσθαι τῶν πυλώνων ἐντός, τοῦτον τὸν τρόπον
 
ἐχρῶντο τοῖς πράγμασι. διὸ καὶ βραχὺν παντελῶς χρόνον ἁθρόοι συμμείναντες περὶ τὴν ἀγοράν, λοιπὸν ἐκπαθεῖς ὄντες πρὸς τὰς ὠφελείας διέρρεον, καὶ παρεισπίπτοντες εἰς τὰς οἰκίας διήρπαζον τοὺς βίους, ἤδη φωτὸς ὄντος.
 
οἱ δʼ Αἰγειρᾶται, τοῦ πράγματος αὐτοῖς ἀνελπίστου καὶ παραδόξου τελέως συμβεβηκότος, οἷς μὲν ἐπέστησαν οἱ πολέμιοι κατὰ τὰς οἰκίας, ἐκπλαγεῖς καὶ περίφοβοι γενόμενοι πάντες ἐτρέποντο πρὸς φυγὴν ἔξω τῆς πόλεως, ὡς ἤδη βεβαίως αὐτῆς κεκρατημένης ὑπὸ τῶν πολεμίων.
 
ὅσοι δὲ τῆς κραυγῆς ἀκούοντες ἐξ ἀκεραίων τῶν οἰκιῶν ἐξεβοήθουν, πάντες εἰς τὴν ἄκραν συνέτρεχον.
 
οὗτοι μὲν οὖν ἀεὶ πλείους ἐγίνοντο καὶ θαρραλεώτεροι, τὸ δὲ τῶν Αἰτωλῶν σύστρεμμα τοὐναντίον ἔλαττον καὶ ταραχωδέστερον διὰ τὰς προειρημένας αἰτίας.
 
οὐ μὴν ἀλλὰ συνορῶντες οἱ περὶ τὸν Δωρίμαχον ἤδη τὸν περιεστῶτα κίνδυνον αὐτούς, συστραφέντες ὥρμησαν ἐπὶ τοὺς κατέχοντας τὴν ἄκραν, ὑπολαμβάνοντες τῇ θρασύτητι καὶ τόλμῃ καταπληξάμενοι τρέψασθαι τοὺς ἡθροισμένους ἐπὶ τὴν βοήθειαν.
 
οἱ δʼ Αἰγειρᾶται παρακαλέσαντες σφᾶς αὐτοὺς ἠμύνοντο καὶ συνεπλέκοντο τοῖς Αἰτωλοῖς γενναίως.
 
οὔσης δὲ τῆς ἄκρας ἀτειχίστου, καὶ τῆς συμπλοκῆς ἐκ χειρὸς καὶ κατʼ ἄνδρα γινομένης, τὸ μὲν πρῶτον ἦν ἀγὼν οἷον εἰκός, ἅτε τῶν μὲν ὑπὲρ πατρίδος καὶ τέκνων, τῶν δʼ ὑπὲρ σωτηρίας ἀγωνιζομένων· τέλος γε μὴν ἐτράπησαν οἱ παρεισπεπτωκότες τῶν Αἰτωλῶν.
 
οἱ δʼ Αἰγειρᾶται, λαβόντες ἀφορμὴν ἐγκλίματος, ἐνεργῶς ἐπέκειντο καὶ καταπληκτικῶς τοῖς πολεμίοις. ἐξ οὗ συνέβη τοὺς πλείστους τῶν Αἰτωλῶν διὰ τὴν πτοίαν αὐτοὺς ὑφʼ αὑτῶν φεύγοντας ἐν ταῖς πύλαις συμπατηθῆναι.
 
ὁ μὲν οὖν Ἀλέξανδρος ἐν χειρῶν νόμῳ κατʼ αὐτὸν ἔπεσε τὸν κίνδυνον, ὁ δʼ Ἀρχίδαμος ἐν τῷ περὶ τὰς πύλας ὠθισμῷ καὶ πνιγμῷ διεφθάρη.
 
τὸ δὲ λοιπὸν πλῆθος τῶν Αἰτωλῶν τὸ μὲν συνεπατήθη, τὸ δὲ κατὰ τῶν κρημνῶν φεῦγον ταῖς ἀνοδίαις ἐξετραχηλίσθη.
 
τὸ δὲ καὶ διασωθὲν αὐτῶν μέρος πρὸς τὰς ναῦς, ἐρριφὸς τὰ ὅπλα παναίσχρως, ἅμα δʼ ἀνελπίστως ἐποιήσατο τὸν ἀπόπλουν.
 
Αἰγειρᾶται μὲν οὖν, διὰ τὴν ὀλιγωρίαν ἀποβαλόντες τὴν πατρίδα, διὰ τὴν εὐψυχίαν καὶ γενναιότητα πάλιν ἔσωσαν παραδόξως.
 
κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ὃς ἦν ἀπεσταλμένος ὑπὸ τῶν Αἰτωλῶν στρατηγὸς τοῖς Ἠλείοις, καταδραμὼν τὴν Δυμαίων καὶ Φαραιέων, ἔτι δὲ τὴν τῶν Τριταιέων χώραν, καὶ περιελασάμενος λείας πλῆθος ἱκανόν, ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὴν Ἠλείαν.
 
ὁ δὲ Μίκκος ὁ Δυμαῖος, ὅσπερ ἐτύγχανε κατʼ ἐκείνους τοὺς καιροὺς ὑποστράτηγος ὢν τῶν Ἀχαιῶν, ἐκβοηθήσας πανδημεὶ τούς τε Δυμαίους καὶ Φαραιεῖς, ἅμα δὲ καὶ Τριταιεῖς ἔχων, προσέκειτο τοῖς πολεμίοις ἀπαλλαττομένοις.
 
ἐνεργότερον δʼ ἐπικείμενος τοῖς φεύγουσιν ἐμπεσὼν εἰς ἐνέδραν ἐσφάλη καὶ πολλοὺς ἀπέβαλε τῶν ἀνδρῶν· τετταράκοντα μὲν γὰρ ἔπεσον, ἑάλωσαν δὲ περὶ διακοσίους τῶν πεζῶν.
 
ὁ μὲν οὖν Εὐριπίδας, ποιήσας τοῦτο τὸ προτέρημα, καὶ μετεωρισθεὶς ἐπὶ τῷ γεγονότι, μετʼ ὀλίγας ἡμέρας αὖτις ἐξελθὼν κατέλαβε παρὰ τὸν Ἄραξον φρούριον τῶν Δυμαίων εὔκαιρον τὸ καλούμενον Τεῖχος·
 
ὅ φασιν οἱ μῦθοι τὸ παλαιὸν Ἡρακλέα πολεμοῦντα τοῖς Ἠλείοις ἐποικοδομῆσαι, βουλόμενον ὁρμητηρίῳ χρῆσθαι τούτῳ κατʼ αὐτῶν.
 
οἱ δὲ Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, ἠλαττωμένοι μὲν περὶ τὴν βοήθειαν, δεδιότες δὲ τὸ μέλλον ἐκ τῆς τοῦ φρουρίου καταλήψεως, τὸ μὲν πρῶτον ἔπεμπον ἀγγέλους πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν, δηλοῦντες τὰ γεγονότα καὶ δεόμενοι σφίσι βοηθεῖν· μετὰ δὲ ταῦτα πρεσβευτὰς ἐξαπέστελλον τοὺς περὶ τῶν αὐτῶν ἀξιώσοντας.
 
ὁ δʼ Ἄρατος οὔτε τὸ ξενικὸν ἐδύνατο συστήσασθαι διὰ τὸ κατὰ τὸν Κλεομενικὸν πόλεμον ἐλλελοιπέναι τινὰ τῶν ὀψωνίων τοὺς Ἀχαιοὺς τοῖς μισθοφόροις, καθόλου τε ταῖς ἐπιβολαῖς καὶ συλλήβδην πᾶσι τοῖς τοῦ πολέμου πράγμασιν ἀτόλμως ἐχρῆτο καὶ νωθρῶς.
 
διόπερ ὅ τε Λυκοῦργος εἷλε τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον, ὅ τʼ Εὐριπίδας ἑξῆς τοῖς εἰρημένοις Γόρτυναν τῆς Τελφουσίας.
 
οἵ τε Δυμαῖοι καὶ Φαραιεῖς καὶ Τριταιεῖς, δυσελπιστήσαντες ἐπὶ ταῖς τοῦ στρατηγοῦ βοηθείαις, συνεφρόνησαν ἀλλήλοις εἰς τὸ τὰς μὲν κοινὰς εἰσφορὰς τοῖς Ἀχαιοῖς μὴ τελεῖν,
 
ἰδίᾳ δὲ συστήσασθαι μισθοφόρους, πεζοὺς μὲν τριακοσίους, ἱππεῖς δὲ πεντήκοντα, καὶ διὰ τούτων ἀσφαλίζεσθαι τὴν χώραν.
 
τοῦτο δὲ πράξαντες ὑπὲρ μὲν τῶν καθʼ αὑτοὺς πραγμάτων ἐνδεχομένως ἔδοξαν βεβουλεῦσθαι, περὶ δὲ τῶν κοινῶν τἀναντία· πονηρᾶς γὰρ ἐφόδου καὶ προφάσεως τοῖς βουλομένοις διαλύειν τὸ ἔθνος ἐδόκουν ἀρχηγοὶ καὶ καθηγεμόνες γεγονέναι.
 
ταύτης δὲ τῆς πράξεως τὸ μὲν πλεῖστον τῆς αἰτίας ἐπὶ τὸν στρατηγὸν ἄν τις ἀναφέροι δικαίως τὸν ὀλιγωροῦντα καὶ καταμέλλοντα καὶ προϊέμενον ἀεὶ τοὺς δεομένους.
 
πᾶς γὰρ ὁ κινδυνεύων, ἕως μὲν ἄν τινος ἐλπίδος ἀντέχηται παρὰ τῶν οἰκείων καὶ συμμάχων, προσανέχειν φιλεῖ ταύταις· ὅταν δὲ δυσχρηστῶν ἀπογνῷ, τότʼ ἤδη βοηθεῖν ἀναγκάζεθʼ αὑτῷ κατὰ δύναμιν.
 
διὸ καὶ Τριταιεῦσι καὶ Φαραιεῦσι καὶ Δυμαίοις, ὅτι μὲν ἰδίᾳ συνεστήσαντο μισθοφόρους, καταμέλλοντος τοῦ τῶν Ἀχαιῶν ἡγεμόνος, οὐκ ἐγκλητέον· ὅτι δὲ τὰς εἰς τὸ κοινὸν εἰσφορὰς ἀπεῖπαν, μεμψιμοιρητέον.
 
ἐχρῆν γὰρ τὴν μὲν ἰδίαν χρείαν μὴ παραλιπεῖν, εὐκαιροῦντάς γε δὴ καὶ δυναμένους, τὰ δὲ πρὸς τὴν κοινὴν πολιτείαν δίκαια συντηρεῖν, ἄλλως τε δὴ καὶ κομιδῆς ὑπαρχούσης ἀδιαπτώτου κατὰ τοὺς κοινοὺς νόμους, τὸ δὲ μέγιστον, γεγονότας ἀρχηγοὺς τοῦ τῶν Ἀχαιῶν συστήματος.
 
τὰ μὲν οὖν κατὰ Πελοπόννησον ἐν τούτοις ἦν. ὁ δὲ βασιλεὺς Φίλιππος διελθὼν τὴν Θετταλίαν παρῆν εἰς Ἤπειρον.
 
ἀναλαβὼν δὲ τοὺς Ἠπειρώτας ἅμα τοῖς Μακεδόσι πανδημεὶ καὶ τοὺς ἐξ Ἀχαΐας αὐτῷ συνηντηκότας σφενδονήτας τριακοσίους, ἔτι δὲ τοὺς παρὰ Πολυρρηνίων ἀπεσταλμένους Κρῆτας πεντακοσίους, προῆγε, καὶ διελθὼν τὴν Ἤπειρον παρῆν εἰς τὴν τῶν Ἀμβρακιωτῶν χώραν.
 
εἰ μὲν οὖν ἐξ ἐφόδου κατὰ τὸ συνεχὲς ἐνέβαλεν εἰς τὴν μεσόγαιαν τὴν Αἰτωλίας, ἄφνω καὶ παραδόξως ἐπιπεσὼν δυνάμει βαρείᾳ τοῖς ὅλοις πράγμασιν ἐπιτεθείκει τέλος·
 
νῦν δὲ πεισθεὶς τοῖς Ἠπειρώταις πρῶτον ἐκπολιορκῆσαι τὸν Ἄμβρακον, ἔδωκε τοῖς Αἰτωλοῖς ἀναστροφὴν εἰς τὸ καὶ στῆναι καὶ προνοηθῆναί τι καὶ παρασκευάσασθαι πρὸς τὸ μέλλον.
 
οἱ γὰρ Ἠπειρῶται, τὸ σφέτερον ἀναγκαιότερον τιθέμενοι τοῦ κοινοῦ τῶν συμμάχων, καὶ μεγάλως σπουδάζοντες ὑφʼ αὑτοὺς ποιήσασθαι τὸν Ἄμβρακον, ἐδέοντο τοῦ Φιλίππου ποιήσασθαι πολιορκίαν περὶ τὸ χωρίον καὶ τοῦτο πρότερον ἐξελεῖν,
 
περὶ πλείστου ποιούμενοι τὸ κομίσασθαι τὴν Ἀμβρακίαν παρὰ τῶν Αἰτωλῶν, τοῦτο δὲ γενέσθαι μόνως ἂν ἐλπίζοντες, εἰ τοῦ προειρημένου τόπου κυριεύσαντες ἐπικαθίσαιεν τῇ πόλει.
 
ὁ γὰρ Ἄμβρακος ἔστι μὲν χωρίον εὖ κατεσκευασμένον καὶ προτειχίσμασι καὶ τείχει, κεῖται δʼ ἐν λίμναις, μίαν ἀπὸ τῆς χώρας στενὴν καὶ χωστὴν ἔχον πρόσοδον, ἐπίκειται δʼ εὐκαίρως τῇ τε χώρᾳ τῶν Ἀμβρακιωτῶν καὶ τῇ πόλει.
 
Φίλιππος μὲν οὖν πεισθεὶς Ἠπειρώταις καὶ καταστρατοπεδεύσας περὶ τὸν Ἄμβρακον, ἐγίνετο περὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme