Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 33

6.4 ὁ δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην.
6.5 οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον.
6.6 κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς.
6.7 πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτʼ ἐπὶ Ῥωμαίους κατέφυγον.
6.8 οἱ δʼ οὐ προσεῖχον τοῖς λεγομένοις. καὶ Πριηνεῖς μὲν μεγάλας ἔχοντες ἐλπίδας ἐπὶ τῷ πλήθει τῶν χρημάτων τοῖς ἐναντίοις ἐνεκύρησαν·
6.9 τῷ μὲν γὰρ Ὀροφέρνει τὴν παραθήκην ἀπέδωκαν, ὑπὸ δὲ τοῦ βασιλέως Ἀριαράθου ἱκαναῖς τισι βλάβαις περιέπεσον ἀδίκως διὰ τὴν παραθήκην.
7.1 ὅτι τῶν περὶ τὸν Ὁρτήσιον καὶ Αὐρογκολήιον παραγεγονότων ἐκ τοῦ Περγάμου καὶ διασαφούντων τήν τε τοῦ Προυσίου καταφρόνησιν τῶν τῆς συγκλήτου παραγγελμάτων,
7.2 καὶ διότι παρασπονδήσας καὶ συγκλείσας εἰς τὸ Πέργαμον αὐτούς τε καὶ τοὺς περὶ τὸν Ἄτταλον πᾶσαν βίαν ἐνεδείξατο καὶ παρανομίαν,
7.3 ἡ σύγκλητος ὀργισθεῖσα καὶ βαρέως φέρουσα τὸ γεγονὸς ἐξ αὐτῆς δέκα πρεσβευτὰς κατέστησε τοὺς περὶ Λεύκιον Ἀνίκιον καὶ Γάιον Φάννιον καὶ Κόιντον Φάβιον Μάξιμον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme