Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 33

3.2 εὐέλπιδες γενόμενοι καὶ μετεωρισθέντες οἱ πολλοὶ πάλιν ἐξ αὐτῆς ἔπεμπον Τηλεκλέα καὶ τὸν Μεγαλοπολίτην Ἀναξίδαμον. καὶ τὰ μὲν κατὰ Πελοπόννησον ἐπὶ τούτων ἦν.
4.1 ὅτι Ἀριστοκράτης ὁ τῶν Ῥοδίων στρατηγὸς ἦν μὲν κατὰ τὴν ἐπιφάνειαν ἀξιωματικὸς καὶ καταπληκτικός.
4.2 διόπερ ἐκ πάντων τοῦτον ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν τοῦ πολέμου.
4.3 διεψεύσθησαν μέντοι γε τῶν ἐλπίδων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη.
4.4 τοῦτο δʼ ἐγένετο δῆλον ἐπʼ αὐτῶν τῶν ἔργων.
5.1 προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρʼ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην.
5.2a τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν. —
5.2 ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασεν.
5.3 τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν.
5.4 καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.
6.1 ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ.
6.2 δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου
6.3 , ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme