Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 30

 
ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε παρὰ τοῦ βασιλέως Εὐμένους ἀδελφὸς Ἄτταλος,
 
ἔχων μὲν πρόφασιν, εἰ καὶ μὴ τὸ κατὰ τοὺς Γαλάτας ἐγεγόνει σύμπτωμα περὶ τὴν βασιλείαν, ὅμως ἐλθεῖν εἰς τὴν Ῥώμην ἕνεκεν τοῦ συγχαρῆναι τῇ συγκλήτῳ καὶ τυχεῖν τινος ἐπισημασίας διὰ τὸ συμπεπολεμηκέναι καὶ πάντων εὐμενῶς σφίσι μετεσχηκέναι τῶν κινδύνων·
 
τότε δὲ καὶ διὰ τὴν Γαλατικὴν περίστασιν ἠναγκασμένος ἧκεν εἰς τὴν Ῥώμην.
 
πάντων δὲ φιλοφρόνως αὐτὸν ἀποδεχομένων διά τε τὴν ἐν τῇ στρατείᾳ γεγενημένην συνήθειαν καὶ διὰ τὸ δοκεῖν εὔνουν αὐτοῖς ὑπάρχειν, καὶ γινομένης τῆς ἀπαντήσεως ὑπὲρ τὴν προσδοκίαν, μετέωρος ἐγενήθη ταῖς ἐλπίσιν, οὐκ εἰδὼς τὴν ἀληθινὴν αἰτίαν τῆς ἀποδοχῆς.
 
διὸ καὶ παρʼ ὀλίγον ἦλθε τοῦ λυμήνασθαι τὰ σφέτερα πράγματα καὶ τὴν ὅλην βασιλείαν.
 
τῶν γὰρ πλείστων Ῥωμαίων ἀπηλλοτριωμένων τῆς τοῦ βασιλέως Εὐμένους εὐνοίας καὶ πεπεισμένων αὐτὸν πλάγιον ἐν τῷ πολέμῳ γεγονέναι, λαλοῦντα τῷ Περσεῖ καὶ τοῖς καιροῖς ἐφεδρεύοντα τοῖς κατʼ αὐτῶν,
 
ἔνιοι τῶν ἐπιφανῶν ἀνδρῶν λαμβάνοντες εἰς τὰς χεῖρας τὸν Ἄτταλον παρεκάλουν τὴν μὲν ὑπὲρ τἀδελφοῦ πρεσβείαν ἀποθέσθαι, περὶ δʼ ἑαυτοῦ ποιεῖσθαι τοὺς λόγους·
 
βούλεσθαι γὰρ αὐτῷ τὴν σύγκλητον συγκατασκευάζειν ἰδίαν ἀρχὴν καὶ δυναστείαν διὰ τὴν ἀλλοτριότητα τὴν πρὸς τὸν ἀδελφόν.
 
ἐφʼ οἷς συνέβαινε τὸν Ἄτταλον ἐπὶ πολὺ μετεωρίζεσθαι καὶ συγκατανεύειν ἐν ταῖς κατʼ ἰδίαν ὁμιλίαις τοῖς εἰς τοῦτο τὸ μέρος αὐτὸν παρορμῶσι.
 
τέλος δὲ πρὸς ἐνίους τῶν ἀξιολόγων ἀνδρῶν συνέθετο καὶ παρελθὼν εἰς τὴν σύγκλητον ποιήσεσθαι τοὺς περὶ τούτων λόγους.
 
τοιαύτης δʼ οὔσης τῆς διαθέσεως περὶ τὸν Ἄτταλον, ὀττευσάμενος ὁ βασιλεὺς τὸ μέλλον ἐπιπέμπει Στρατίον τὸν ἰατρὸν εἰς τὴν Ῥώμην, ὃς μεγίστην παρʼ αὐτῷ πίστιν εἶχε,
 
τὰ μὲν ὑποδείξας, τὰ δʼ ἐντειλάμενος πᾶσαν εἰσενέγκασθαι μηχανὴν πρὸς τὸ μὴ κατακολουθῆσαι τὸν Ἄτταλον τοῖς βουλομένοις λυμήνασθαι τὴν βασιλείαν αὐτῶν.
 
ὁ δὲ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ λαβὼν εἰς τὰς χεῖρας τὸν Ἄτταλον πολλοὺς μὲν καὶ ποικίλους διέθετο λόγους· καὶ γὰρ ἦν ὁ ἄνθρωπος ἔχων τι νουνεχὲς καὶ πειστικόν·
 
μόγις δὲ καθίκετο τῆς προθέσεως καὶ μετεκάλεσε τὸν Ἄτταλον ἀπὸ τῆς ἀλόγου φορᾶς, θεὶς ὑπὸ τὴν ὄψιν ὅτι κατὰ μὲν τὸ παρὸν συμβασιλεύει τἀδελφῷ, τούτῳ διαφέρων ἐκείνου τῷ μὴ διάδημα περιτίθεσθαι μηδὲ χρηματίζειν βασιλεύς, τὴν δὲ λοιπὴν ἴσην καὶ τὴν αὐτὴν ἔχων ἐξουσίαν,
 
εἰς δὲ τὸ μέλλον ὁμολογουμένως καταλείπεται διάδοχος τῆς ἀρχῆς, οὐ μακρὰν ταύτης τῆς ἐλπίδος ὑπαρχούσης, ἅτε τοῦ βασιλέως διὰ μὲν τὴν σωματικὴν ἀσθένειαν αἰεὶ προσδοκῶντος τὴν ἐκ τοῦ βίου μετάστασιν, διὰ δὲ τὴν ἀπαιδίαν οὐδʼ εἰ βουληθείη δυναμένου τὴν ἀρχὴν ἄλλῳ καταλιπεῖν·
 
οὐδέπω γὰρ ἀναδεδειγμένος ἐτύγχανεν κατὰ φύσιν υἱὸς ὢν αὐτῷ τις ὁ μετὰ ταῦτα διαδεξάμενος τὴν ἀρχήν.
 
τὸ δὲ συνέχον, θαυμάζειν ἔφη πόσα βλάπτει τοὺς ἐνεστῶτας καιρούς. μεγάλην γὰρ δεῖν ἔχειν πᾶσι τοῖς θεοῖς χάριν,
 
εἰ συμπνεύσαντες καὶ μιᾷ γνώμῃ χρώμενοι δύναιντο τὸν ἀπὸ Γαλατῶν φόβον ἀπώσασθαι καὶ τὸν ἀπὸ τούτων ἐφεστῶτα κίνδυνον.
 
εἰ δὲ νῦν εἰς στάσιν καὶ
 
διαφορὰν ἥξει πρὸς τὸν ἀδελφόν, πρόδηλον εἶναι διότι καταστρέψει τὴν βασιλείαν καὶ στερήσει μὲν αὑτὸν καὶ τῆς παρούσης ἐξουσίας καὶ τῆς εἰς τὸ μέλλον ἐλπίδος, στερήσει δὲ καὶ τοὺς ἀδελφοὺς τῆς ἀρχῆς καὶ τῆς ἐν αὐτῇ δυναστείας.
 
ταῦτα δὴ καὶ τούτοις ἕτερα παραπλήσια διατιθέμενος ὁ Στρατίος ἔπεισε τὸν Ἄτταλον μένειν ἐπὶ τῶν ὑποκειμένων.
 
διόπερ εἰσελθὼν εἰς τὴν σύγκλητον ὁ προειρημένος συνεχάρη μὲν ἐπὶ τοῖς γεγονόσιν καὶ περὶ τῆς καθʼ αὑτὸν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχετο κατὰ τὸν πρὸς Περσέα πόλεμον, ἀπελογίσατο·
 
παραπλησίως δὲ καὶ περὶ τοῦ πέμψαι πρεσβευτὰς τοὺς παρακαθέξοντας τὴν τῶν Γαλατῶν ἀπόνοιαν καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς αὐτοὺς ἀποκαταστήσοντας διάθεσιν παρεκάλεσε διὰ πλειόνων.
 
ἐποιήσατο δὲ λόγους καὶ περὶ τῆς Αἰνίων καὶ τῆς Μαρωνειτῶν πόλεως, ἀξιῶν αὑτῷ δοθῆναι ταύτας ἐν δωρεᾷ.
 
τὸν δὲ κατὰ τοῦ βασιλέως λόγον καὶ τὸν περὶ τοῦ μερισμοῦ τῆς ἀρχῆς εἰς τέλος παρεσιώπησεν.
 
ἡ δὲ σύγκλητος ὑπολαμβάνουσα πάλιν αὐτὸν ἰδίᾳ περὶ τούτων εἰσπορεύσεσθαι, τούς τε πρεσβευτὰς συμπέμψειν ὑπέσχετο καὶ τοῖς εἰθισμένοις δώροις ἐτίμησεν αὐτὸν μεγαλομερῶς· ἐπηγγείλατο δὲ καὶ τὰς προειρημένας πόλεις δώσειν.
 
ἐπειδὴ δὲ παραυτὰ τυχὼν τῶν φιλανθρώπων ὥρμησεν ἐκ τῆς Ῥώμης οὐδὲν ποιήσας τῶν προσδοκωμένων, διαψευσθεῖσα τῶν ἐλπίδων ἡ σύγκλητος ἄλλο μὲν οὐδὲν εἶχε ποιεῖν,
 
ἔτι δὲ κατὰ τὴν Ἰταλίαν ὄντος αὐτοῦ τὴν μὲν Αἶνον καὶ τὴν Μαρώνειαν ἠλευθέρωσεν, ἀθετήσασα τὴν ἐπαγγελίαν, τοὺς δὲ περὶ τὸν Πόπλιον Λικίννιον ἔπεμψε πρεσβευτὰς πρὸς τοὺς Γαλάτας.
 
οἷς ποίας μὲν ἔδωκεν ἐντολὰς εἰπεῖν οὐ ῥᾴδιον, στοχάζεσθαι δʼ ἐκ τῶν μετὰ ταῦτα συμβάντων οὐ δυσχερές.
 
τοῦτο δʼ ἔσται δῆλον ἐκ τῶν πράξεων αὐτῶν.
 
ἧκον δὲ καὶ παρὰ Ῥοδίων πρέσβεις, πρῶτον μὲν οἱ περὶ Φιλοκράτην, μετὰ δὲ τούτους οἱ περὶ Φιλόφρονα καὶ Ἀστυμήδην.
 
οἱ γὰρ Ῥόδιοι κομισάμενοι τὴν ἀπόκρισιν, ἣν οἱ περὶ τὸν Ἁγέπολιν ἔλαβον εὐθέως μετὰ τὴν παράταξιν, καὶ θεωροῦντες ἐκ ταύτης τὴν πρὸς αὑτοὺς ὀργὴν καὶ τὴν ἀνάτασιν τῆς συγκλήτου παραυτίκα τὰς προειρημένας πρεσβείας ἐξέπεμψαν.
 
οἱ δὲ περὶ τὸν Ἀστυμήδην καὶ Φιλόφρονα κατανοοῦντες ἐκ τῶν ἐντεύξεων καὶ κοινῇ καὶ κατʼ ἰδίαν τὴν ὑφόρασιν καὶ τὴν ἀλλοτριότητα τῶν ἀνθρώπων τὴν πρὸς αὑτοὺς εἰς ἀθυμίαν ὁλοσχερῆ καὶ δυσχρηστίαν ἐνέπιπτον.
 
ὡς δὲ καὶ τῶν στρατηγῶν τις ἀναβὰς ἐπὶ τοὺς ἐμβόλους παρεκάλει τοὺς ὄχλους ἐπὶ τὸν κατὰ Ῥοδίων πόλεμον,
 
τότε δὴ παντάπασιν ἔξω τοῦ φρονεῖν γενόμενοι διὰ τὸν περὶ τῆς πατρίδος κίνδυνον εἰς τοιαύτην ἦλθον διάθεσιν ὥστε καὶ φαιὰ λαβεῖν ἱμάτια καὶ κατὰ τὰς παρακλήσεις μηκέτι παρακαλεῖν μηδʼ ἀξιοῦν τοὺς φίλους, ἀλλὰ δεῖσθαι μετὰ δακρύων μηδὲν ἀνήκεστον βουλεύσασθαι περὶ αὑτῶν.
 
μετὰ δέ τινας ἡμέρας εἰσαγαγόντος αὐτοὺς Ἀντωνίου τοῦ δημάρχου, τοῦ καὶ τὸν στρατηγὸν τὸν παρακαλοῦντα πρὸς τὸν πόλεμον κατασπάσαντος ἀπὸ τῶν ἐμβόλων, ἐποιεῖτο τοὺς λόγους πρῶτον μὲν Φιλόφρων, μετὰ δὲ τοῦτον Ἀστυμήδης.
 
ὅτε δὴ κατὰ τὴν παροιμίαν τὸ κύκνειον ἐξηχήσαντες ἔλαβον ἀποκρίσεις τοιαύτας, διʼ ὧν τοῦ μὲν ὁλοσχεροῦς φόβου τοῦ κατὰ τὸν πόλεμον ἐδόκουν παραλελύσθαι,
 
περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων αὐτοῖς ἡ σύγκλητος πικρῶς καὶ βαρέως ὠνείδισεν.
 
ἦν δʼ ὁ νοῦς τῆς ἀποκρίσεως τοιοῦτος, ὅτι εἰ μὴ διʼ ὀλίγους ἀνθρώπους τοὺς αὑτῶν φίλους, καὶ μάλιστα διʼ αὐτούς, ᾔδεισαν καλῶς καὶ δικαίως ὡς δέον ἦν αὐτοῖς χρήσασθαι.
 
ὁ δʼ Ἀστυμήδης αὑτῷ μὲν ἐδόκει καλῶς εἰρηκέναι περὶ τῆς πατρίδος, οὐ μὴν τοῖς γε παρεπιδημοῦσιν οὐδὲ τοῖς οἴκοι μένουσιν τῶν Ἑλλήνων οὐδαμῶς ἤρεσκεν.
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme