Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 3

68.11 καθόλου δὲ τῶν πεζικῶν στρατοπέδων ἀκεραίων ὄντων ἀκεραίους εἶναι διελάμβανον τὰς ὑπὲρ τῶν ὅλων ἐλπίδας.
68.12 ὅθεν καὶ συνάψαντος τοῦ Τεβερίου καὶ τῶν μετʼ ἐκείνου στρατοπέδων καὶ διαπορευομένων διὰ τῆς Ῥώμης, ἐξ ἐπιφανείας ἐδόξαζον κριθήσεσθαι τὴν μάχην.
68.13 ἁθροισθέντων δὲ τῶν στρατιωτῶν κατὰ τὸν ὅρκον εἰς Ἀρίμινον, ἀναλαβὼν αὐτοὺς ὁ στρατηγὸς προῆγε, σπεύδων συνάψαι τοῖς περὶ τὸν Πόπλιον.
68.14 συμμίξας δὲ καὶ καταστρατοπεδεύσας παρʼ αὐτοῖς ταῖς οἰκείαις δυνάμεσι τὸ μὲν πλῆθος ἀνελάμβανε τῶν ἀνδρῶν, ὡς ἂν ἐκ Λιλυβαίου τετταράκοντα συνεχῶς ἡμέρας πεπεζοπορηκότων εἰς Ἀρίμινον, τὰς δὲ παρασκευὰς ἐποιεῖτο πάσας ὡς πρὸς μάχην,
68.15 αὐτὸς δʼ ἐπιμελῶς συνήδρευε τῷ Ποπλίῳ, τὰ μὲν ἤδη γεγονότα πυνθανόμενος, περὶ δὲ τῶν παρόντων συνδιανοούμενος.
69.1 κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξικοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, κατέσχε.
69.2 γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς μεθʼ ἑαυτοῦ προῆγε,
69.3 δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρʼ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους.
69.4 τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας.
69.5 μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελτῶν, οἳ κατῴκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπεισμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν αὑτοῖς ὑπάρξειν,
69.6 ἐξαποστέλλει πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν.
69.7 τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομένων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν.
69.8 Τεβέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱππέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις ἀκοντιστὰς εἰς χιλίους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme