Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 3

26.6 οὐ μὴν ἀλλʼ εἰ κατὰ τοῦτό τις ἐπιλαμβάνεται Ῥωμαίων περὶ τῆς εἰς Σικελίαν διαβάσεως, ὅτι καθόλου Μαμερτίνους προσέλαβον εἰς τὴν φιλίαν καὶ μετὰ ταῦτα δεομένοις ἐβοήθησαν, οἵτινες οὐ μόνον τὴν Μεσσηνίων πόλιν ἀλλὰ καὶ τὴν Ῥηγίνων παρεσπόνδησαν, εἰκότως ἂν δόξειεν δυσαρεστεῖν.
26.7 εἰ δὲ παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑπολαμβάνει τις αὐτοὺς πεποιῆσθαι τὴν διάβασιν, ἀγνοεῖ προφανῶς.
27.1 συντελεσθέντος τοίνυν τοῦ περὶ Σικελίας πολέμου ποιοῦνται συνθήκας ἄλλας, ἐν αἷς τὰ συνέχοντα τῶν ἐγγράπτων ἦν ταῦτα· "
27.2 1ἐκχωρεῖν Καρχηδονίους ‘καὶ Σικελίας ἁπάσης καὶ τῶν νήσων ἁπασῶν τῶν "
27.3 1κειμένων Ἰταλίας μεταξὺ καὶ Σικελίας. τὴν ἀσφάλειαν ‘ὑπάρχειν παρʼ ἑκατέρων τοῖς ἑκατέρων συμμάχοις. "
27.4 1μηδετέρους ἐν ταῖς ἀλλήλων ἐπαρχίαις μηδὲν ἐπι‘τάττειν μηδʼ οἰκοδομεῖν δημοσίᾳ μηδὲ ξενολογεῖν ‘μηδὲ προσλαμβάνειν εἰς φιλίαν τοὺς ἀλλήλων συμ"
27.5 1μάχους. ἐξενεγκεῖν Καρχηδονίους ἐν ἔτεσιν δέκα ‘δισχίλια καὶ διακόσια τάλαντα, παραυτίκα δὲ δοῦ"
27.6 1ναι χίλια. τοὺς αἰχμαλώτους χωρὶς λύτρων ἀπο‘δοῦναι πάντας Καρχηδονίους τοῖς Ῥωμαίοις.’ μετὰ δὲ ταῦτα πάλιν,
27.7 λήξαντος τοῦ Λιβυκοῦ πολέμου, Ῥωμαῖοι Καρχηδονίοις πόλεμον ἐξενέγκαντες ἕως δόγματος ἐπισυνθήκας ἐποιήσαντο τοιαύτας· "
27.8 1ἐκ‘χωρεῖν Καρχηδονίους Σαρδόνος καὶ προσεξενεγκεῖν ‘ἄλλα χίλια καὶ διακόσια τάλαντα,’ καθάπερ ἐπάνω προείπαμεν.
27.9 ἐπὶ δὲ τοῖς προειρημένοις τελευταῖαι πρὸς Ἀσδρούβαν ἐν Ἰβηρίᾳ γίνονται διομολογήσεις, ‘ἐφʼ ᾧ μὴ διαβαίνειν Καρχηδονίους ἐπὶ πολέμῳ "

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme