Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 3

95.6 καθορμισθεὶς δὲ τῶν πολεμίων ἐν ἀποστήματι περὶ τοὺς ὀγδοήκοντα σταδίους προαπέστειλε κατασκεψομένας δύο ναῦς ταχυπλοούσας Μασσαλιητικάς· καὶ γὰρ προκαθηγοῦντο καὶ προεκινδύνευον οὗτοι καὶ πᾶσαν ἀποτόμως σφίσι παρείχοντο τὴν χρείαν.
95.7 εὐγενῶς γάρ, εἰ καί τινες ἕτεροι, κεκοινωνήκασι Ῥωμαίοις πραγμάτων καὶ Μασσαλιῶται, πολλάκις μὲν καὶ μετὰ ταῦτα, μάλιστα δὲ κατὰ τὸν Ἀννιβιακὸν πόλεμον.
95.8 διασαφούντων δὲ τῶν ἐπὶ τὴν κατασκοπὴν ἐκπεμφθέντων ὅτι περὶ τὸ στόμα τοῦ ποταμοῦ συμβαίνει τὸν τῶν ὑπεναντίων ὁρμεῖν στόλον, ἀνήγετο κατὰ σπουδήν, βουλόμενος ἄφνω προσπεσεῖν τοῖς
96.1 πολεμίοις. οἱ δὲ περὶ τὸν Ἀσδρούβαν, σημηνάντων αὐτοῖς τῶν σκοπῶν ἐκ πολλοῦ τὸν ἐπίπλουν τῶν ὑπεναντίων, ἅμα τὰς πεζικὰς ἐξέταττον δυνάμεις παρὰ τὸν αἰγιαλὸν καὶ τοῖς πληρώμασι παρήγγελλον ἐμβαίνειν εἰς τὰς ναῦς.
96.2 ἤδη δὲ καὶ τῶν Ῥωμαίων σύνεγγυς ὄντων, σημήναντες πολεμικὸν ἀνήγοντο, κρίναντες ναυμαχεῖν. συμβαλόντες δὲ τοῖς πολεμίοις βραχὺν μέν τινα χρόνον ἀντεποιήσαντο τῆς νίκης, μετʼ οὐ πολὺ δὲ πρὸς τὸ κλίνειν ὥρμησαν.
96.3 ἡ γὰρ ἐφεδρεία τῶν πεζῶν ἡ περὶ τὸν αἰγιαλὸν οὐχ οὕτως αὐτοὺς ὤνησε, θάρσος παριστάνουσα πρὸς τὸν κίνδυνον, ὡς ἔβλαψε τὴν ἐλπίδα τῆς σωτηρίας ἑτοίμην παρασκευάζουσα.
96.4 πλὴν δύο μὲν αὐτάνδρους νῆας ἀποβαλόντες, τεττάρων δὲ τοὺς ταρσοὺς καὶ τοὺς ἐπιβάτας ἔφευγον ἐκκλίναντες εἰς γῆν.
96.5 ἐπικειμένων δὲ τῶν Ῥωμαίων αὐτοῖς ἐκθύμως, τὰς μὲν ναῦς ἐξέβαλον εἰς τὸν αἰγιαλόν, αὐτοὶ δʼ ἀποπηδήσαντες ἐκ τῶν πλοίων ἐσῴζοντο πρὸς τοὺς παρατεταγμένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme