Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 29

27.10 ἀφικόμενοι δὲ καὶ καταλαβόντες ἡττημένους μάχῃ τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ καθόλου φερόμενα τὰ κατὰ τὴν Κύπρον ἄνω καὶ κάτω ταχέως ἀνέστησαν τὸ στρατόπεδον ἐκ τῆς χώρας καὶ παρήδρευσαν, ἕως ἀπέπλευσαν αἱ δυνάμεις ἐπὶ Συρίας.
27.11 καὶ Ῥωμαῖοι μὲν ὅσον οὔπω καταπεπονημένην τὴν Πτολεμαίου βασιλείαν τούτῳ τῷ τρόπῳ διέσωσαν,
27.12 τῆς τύχης οὕτω βραβευούσης τὰ κατὰ τὸν Περσέα πράγματα καὶ τοὺς Μακεδόνας ὥστε καὶ πρὸς τὸν ἔσχατον καιρὸν ἐλθόντα τὰ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν ὅλην Αἴγυπτον παρὰ τοῦτο πάλιν ὀρθωθῆναι, παρὰ τὸ φθάσαι κριθέντα τὰ κατὰ τὸν Περσέα πράγματα·
27.13 μὴ γὰρ γενομένου τούτου καὶ πιστευθέντος, οὐκ ἄν μοι δοκεῖ πειθαρχῆσαι τοῖς ἐπιταττομένοις Ἀντίοχος.
← Previous 22 / 22

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme