Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 24

10.7 περὶ δὲ τοῦ Καλλικράτους αὐτοῦ κατʼ ἰδίαν παρασιωπήσασα τοὺς συμπρεσβευτὰς κατέταξεν εἰς τὴν ἀπόκρισιν διότι δεῖ τοιούτους ὑπάρχειν ἐν τοῖς πολιτεύμασιν ἄνδρας οἷός ἐστι Καλλικράτης.
10.8 ὁ δὲ προειρημένος ἔχων τὰς ἀποκρίσεις ταύτας παρῆν εἰς τὴν Ἑλλάδα περιχαρής, οὐκ εἰδὼς ὅτι μεγάλων κακῶν ἀρχηγὸς γέγονε πᾶσι μὲν τοῖς Ἕλλησι, μάλιστα δὲ τοῖς Ἀχαιοῖς.
10.9 ἔτι γὰρ τούτοις ἐξῆν καὶ κατʼ ἐκείνους τοὺς χρόνους κατὰ ποσὸν ἰσολογίαν ἔχειν πρὸς Ῥωμαίους διὰ τὸ τετηρηκέναι τὴν πίστιν ἐν τοῖς ἐπιφανεστάτοις καιροῖς, ἐξ οὗ τὰ Ῥωμαίων εἵλοντο, λέγω δὲ τοῖς κατὰ Φίλιππον καὶ Ἀντίοχον,
10.10 οὕτω δὲ τοῦ τῶν Ἀχαιῶν ἔθνους ηὐξημένου καὶ προκοπὴν εἰληφότος κατὰ τὸ βέλτιστον ἀφʼ ὧν ἡμεῖς ἱστοροῦμεν χρόνων, αὕτη πάλιν ἀρχὴ τῆς ἐπὶ τὸ χεῖρον ἐγένετο μεταβολῆς, τὸ Καλλικράτους θράσος
10.11 Ῥωμαῖοι ὄντες ἄνθρωποι καὶ ψυχῇ χρώμενοι λαμπρᾷ καὶ προαιρέσει καλῇ πάντας μὲν ἐλεοῦσι τοὺς ἐπταικότας καὶ πᾶσι πειρῶνται χαρίζεσθαι τοῖς καταφεύγουσιν ὡς αὐτούς·
10.12 ὅταν μέντοι γέ τις ὑπέμνησε τῶν δικαίων, τετηρηκὼς τὴν πίστιν, ἀνατρέχουσι καὶ διορθοῦνται σφᾶς αὐτοὺς κατὰ δύναμιν ἐν τοῖς πλείστοις.
10.13 ὁ δὲ Καλλικράτης πρεσβεύσας κατὰ τοὺς ἐνεστῶτας καιροὺς εἰς τὴν Ῥώμην χάριν τοῦ λέγειν τὰ δίκαια περὶ τῶν Ἀχαιῶν, χρησάμενος κατὰ τοὐναντίον τοῖς πράγμασιν καὶ συνεπισπασάμενος τὰ κατὰ Μεσσηνίους, ὑπὲρ ὧν οὐδʼ ἐνεκάλουν Ῥωμαῖοι, παρῆν εἰς Ἀχαΐαν προσανατεινόμενος τὸν ἀπὸ Ῥωμαίων φόβον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme