Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 23

5.16 ἐπεὶ δὲ καταπλεύσας εἰς Ναύπακτον ἔγραψε τῷ στρατηγῷ καὶ τοῖς δαμιουργοῖς τῶν Ἀχαιῶν, κελεύων συνάγειν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν,
5.17 ἀντέγραψαν αὐτῷ διότι ποιήσουσιν, ἂν γράψῃ περὶ τίνων βούλεται διαλεχθῆναι τοῖς Ἀχαιοῖς· τοὺς γὰρ νόμους ταῦτα τοῖς ἄρχουσιν ἐπιτάττειν.
5.18 τοῦ δὲ μὴ τολμῶντος γράφειν, αἱ μὲν τοῦ Δεινοκράτους ἐλπίδες καὶ τῶν ἀρχαίων λεγομένων φυγάδων, τότε δὲ προσφάτως ἐκ τῆς Λακεδαίμονος ἐκπεπτωκότων, καὶ συλλήβδην ἡ τοῦ Τίτου παρουσία καὶ προσδοκία τοῦτον τὸν τρόπον διέπεσεν.
6.1 ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἐξαπεστάλησαν ὑπὸ τῶν ἐκ Λακεδαίμονος φυγάδων πρέσβεις εἰς τὴν Ῥώμην, ἐν οἷς ἦν Ἀρκεσίλαος καὶ Ἀγησίπολις, ὃς ἔτι παῖς ὢν ἐγενήθη βασιλεὺς ἐν τῇ Σπάρτῃ.
6.2 τούτους μὲν οὖν λῃσταί τινες περιπεσόντες ἐν τῷ πελάγει διέφθειραν,
6.3 οἱ δὲ μετὰ τούτων κατασταθέντες διεκομίσθησαν εἰς τὴν Ῥώμην.
7.1 ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν,
7.2 οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων —
7.3 προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπʼ αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς —
7.4 ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδʼ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme