Thesauros Literature History Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Book 21

30.7 οἱ μὲν οὖν Ἀθηναῖοι καὶ Ῥόδιοι παρέμενον αὐτοῦ, καραδοκοῦντες τὴν τῶν Αἰτωλῶν ἀπόφασιν· οἱ δὲ περὶ τὸν Δαμοτέλην ἐπανελθόντες διεσάφουν τοῖς Αἰτωλοῖς περὶ τῶν συγκεχωρημένων.
30.8 τοῖς μὲν οὖν ὅλοις εὐδόκουν· καὶ γὰρ ἦν αὐτοῖς ἅπαντα παρὰ τὴν προσδοκίαν· περὶ δὲ τῶν πόλεων τῶν πρότερον συμπολιτευομένων αὐτοῖς διαπορήσαντες ἐπὶ ποσὸν τέλος συγκατέθεντο τοῖς προτεινομένοις.
30.9 ὁ δὲ Μάρκος παραλαβὼν τὴν Ἀμβρακίαν τοὺς μὲν Αἰτωλοὺς ἀφῆκεν ὑποσπόνδους, τὰ δʼ ἀγάλματα καὶ τοὺς ἀνδριάντας καὶ τὰς γραφὰς ἀπήγαγεν ἐκ τῆς πόλεως, ὄντα καὶ πλείω διὰ τὸ γεγονέναι βασίλειον Πύρρου τὴν Ἀμβρακίαν.
30.10 ἐδόθη δʼ αὐτῷ καὶ στέφανος ἀπὸ ταλάντων ἑκατὸν καὶ πεντήκοντα.
30.11 ταῦτα δὲ διοικησάμενος ἐποιεῖτο τὴν πορείαν εἰς τὴν μεσόγειον τῆς Αἰτωλίας, θαυμάζων ἐπὶ τῷ μηδὲν αὐτῷ παρὰ τῶν Αἰτωλῶν ἀπαντᾶσθαι.
30.12 παραγενόμενος δὲ πρὸς Ἄργος τὸ καλούμενον Ἀμφιλοχικὸν κατεστρατοπέδευσεν, ὅπερ ἀπέχει τῆς Ἀμβρακίας ἑκατὸν ὀγδοήκοντα σταδίους.
30.13 ἐκεῖ δὲ συμμιξάντων αὐτῷ τῶν περὶ τὸν Δαμοτέλην καὶ διασαφούντων ὅτι δέδοκται τοῖς Αἰτωλοῖς βεβαιοῦν τὰς διʼ ἑαυτῶν γεγενημένας ὁμολογίας, διεχωρίσθησαν, Αἰτωλοὶ μὲν εἰς τὴν οἰκείαν, Μάρκος δʼ εἰς τὴν Ἀμβρακίαν.
30.14 κἀκεῖσε παραγενόμενος οὗτος μὲν ἐγίνετο περὶ τὸ περαιοῦν τὴν δύναμιν εἰς τὴν Κεφαλληνίαν,
30.15 οἱ δʼ Αἰτωλοὶ προχειρισάμενοι Φαινέαν καὶ Νίκανδρον πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ῥώμην περὶ τῆς εἰρήνης·
30.16 ἁπλῶς γὰρ οὐδὲν ἦν κύριον τῶν προειρημένων, εἰ μὴ καὶ τῷ δήμῳ δόξαι τῷ τῶν Ῥωμαίων.
31.1 οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme