Book 21
ἅτε τῶν περὶ τὸν Πόπλιον ἐναργέσι κεχρημένων καὶ πολλοῖς μαρτυρίοις πρὸς πίστιν διὰ τῶν ἐγγράπτων.
οὐ γὰρ μόνον ὑπὲρ τῆς ἰδίας προαιρέσεως ἔφερον ἀπολογισμούς, ἀλλὰ καὶ περὶ τῆς κοινῆς ἁπάντων Ῥωμαίων,
διʼ ὧν παρεδείκνυον οὐχ οἷον ἀφῃρημένοι τινὸς τῶν ἐξ ἀρχῆς βασιλέων τὰς δυναστείας, ἀλλὰ τινὰς μὲν καὶ προσκατεσκευακότες αὐτοὶ δυνάστας, ἐνίους δʼ ηὐξηκότες καὶ πολλαπλασίους αὐτῶν τὰς ἀρχὰς πεποιηκότες.
ὧν κατὰ μὲν τὴν Ἰβηρίαν Ἀνδοβάλην καὶ Κολίχαντα προεφέροντο, κατὰ δὲ τὴν Λιβύην Μασαννάσαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰλλυρίδα τόποις Πλευρᾶτον·
οὓς ἅπαντας ἔφασαν ἐξ ἐλαφρῶν καὶ τῶν τυχόντων δυναστῶν πεποιηκέναι βασιλεῖς ὁμολογουμένως.
ὁμοίως κατὰ τὴν Ἑλλάδα Φίλιππον καὶ Νάβιν, ὧν Φίλιππον μὲν καταπολεμήσαντες καὶ συγκλείσαντες εἰς ὅμηρα καὶ φόρους, βραχεῖαν αὐτοῦ νῦν λαβόντες ἀπόδειξιν εὐνοίας ἀποκαθεστακέναι μὲν αὐτῷ τὸν υἱὸν καὶ τοὺς ἅμα τούτῳ συνομηρεύοντας νεανίσκους, ἀπολελυκέναι δὲ τῶν φόρων, πολλὰς δὲ τῶν πόλεων ἀποδεδωκέναι τῶν ἁλουσῶν κατὰ πόλεμον·
Νάβιν δὲ δυνηθέντες ἄρδην ἐπανελέσθαι, τοῦτο μὲν οὐ ποιῆσαι, φείσασθαι δʼ αὐτοῦ, καίπερ ὄντος τυράννου, λαβόντες πίστεις τὰς εἰθισμένας.
εἰς ἃ βλέποντα παρεκάλουν τὸν Προυσίαν διὰ τῆς ἐπιστολῆς μὴ δεδιέναι περὶ τῆς ἀρχῆς, θαρροῦντα δʼ αἱρεῖσθαι τὰ Ῥωμαίων· ἔσεσθαι γὰρ ἀμεταμέλητον αὐτῷ τὴν τοιαύτην προαίρεσιν.
ὧν ὁ Προυσίας διακούσας ἐπʼ ἄλλης ἐγένετο γνώμης. ὡς δὲ καὶ παρεγενήθησαν πρὸς αὐτὸν πρέσβεις οἱ περὶ τὸν Γάιον Λίβιον, τελέως ἀπέστη τῶν κατὰ τὸν Ἀντίοχον ἐλπίδων, συμμίξας τοῖς προειρημένοις ἀνδράσιν.
Ἀντίοχος δὲ ταύτης ἀποπεσὼν τῆς ἐλπίδος παρῆν εἰς Ἔφεσον καὶ συλλογιζόμενος ὅτι μόνως ἂν οὕτω δύναιτο κωλῦσαι τὴν τῶν πεζικῶν στρατοπέδων διά
βασιν καὶ καθόλου τὸν πόλεμον ἀπὸ τῆς Ἀσίας ἀποτρίβεσθαι βεβαίως κρατοίη τῆς θαλάττης, προέθετο ναυμαχεῖν καὶ κρίνειν τὰ πράγματα διὰ τῶν κατὰ θάλατταν κινδύνων. —
Πολύβιος· οἱ δὲ πειραταὶ θεασάμενοι τὸν ἐπίπλουν τῶν Ῥωμαϊκῶν πλοίων, ἐκ μεταβολῆς ἐποιοῦντο τὴν ἀναχώρησιν. —
ὅτι ὁ Ἀντίοχος μετὰ τὴν κατὰ τὴν ναυμαχίαν γενομένην ἧτταν ἐν ταῖς Σάρδεσιν παριεὶς τοὺς καιροὺς καὶ καταμέλλων ἐν τοῖς ὅλοις,
ἅμα τῷ πυθέσθαι τῶν πολεμίων τὴν διάβασιν συντριβεὶς τῇ διανοίᾳ καὶ δυσελπιστήσας ἔκρινεν διαπέμπεσθαι πρὸς τοὺς περὶ τὸν Λεύκιον καὶ Πόπλιον ὑπὲρ διαλύσεων.
προχειρισάμενος οὖν Ἡρακλείδην τὸν Βυζάντιον ἐξέπεμψε, δοὺς ἐντολὰς ὅτι παραχωρεῖ τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς Ἀλεξανδρέων πόλεως, ἐξ ὧν ὁ πόλεμος ἔλαβε τὰς ἀρχάς·
ὁμοίως δὲ κἄν τινας ἑτέρας ὑφαιρεῖσθαι βούλωνται τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τἀκείνων ᾕρηνται κατὰ τὸν ἐνεστῶτα πόλεμον.
πρὸς δὲ τούτοις ὅτι τὴν ἡμίσειαν δώσει τῆς γεγενημένης σφίσι δαπάνης εἰς τὴν πρὸς αὐτὸν διαφοράν.
ταύτας μὲν οὖν ὁ πεμπόμενος εἶχε τὰς ἐντολὰς πρὸς τὴν κατὰ κοινὸν ἔντευξιν, ἰδίᾳ δὲ πρὸς τὸν Πόπλιον ἑτέρας, ὑπὲρ ὧν τὰ κατὰ μέρος ἐν τοῖς ἑξῆς δηλώσομεν.
ἀφικόμενος δʼ εἰς τὸν Ἑλλήσποντον ὁ προειρημένος πρεσβευτὴς καὶ καταλαβὼν τοὺς Ῥωμαίους μένοντας ἐπὶ τῆς στρατοπεδείας, οὗ πρῶτον κατεσκήνωσαν ἀπὸ τῆς διαβάσεως,
τὰς μὲν ἀρχὰς ἥσθη, νομίζων αὑτῷ συνεργὸν εἶναι πρὸς τὴν ἔντευξιν τὸ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πρὸς μηδὲν ὡρμηκέναι τῶν ἑξῆς τοὺς ὑπεναντίους,
πυθόμενος δὲ τὸν Πόπλιον ἔτι μένειν ἐν τῷ πέραν ἐδυσχρήστησε διὰ τὸ τὴν πλείστην ῥοπὴν κεῖσθαι τῶν πραγμάτων ἐν τῇ ʼκείνου προαιρέσει.
αἴτιον δʼ ἦν καὶ τοῦ μένειν τὸ στρατόπεδον ἐπὶ τῆς πρώτης παρεμβολῆς καὶ τοῦ κεχωρίσθαι τὸν Πόπλιον ἀπὸ τῶν δυνάμεων τὸ σάλιον εἶναι τὸν προειρημένον ἄνδρα. τοῦτο δʼ ἔστιν,
καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, διʼ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς·
τριακονθήμερον μὴ μεταβαίνειν κατὰ τὸν καιρὸν τῆς θυσίας, ἐν ᾗ ποτʼ ἂν χώρᾳ καταληφθῶσιν [οἱ σάλιοι οὗτοι].
ὃ καὶ τότε συνέβη γενέσθαι Ποπλίῳ· τῆς γὰρ δυνάμεως μελλούσης περαιοῦσθαι κατέλαβεν αὐτὸν οὗτος ὁ χρόνος, ὥστε μὴ δύνασθαι μεταβαλεῖν τὴν χώραν.
διὸ συνέβη τόν τε Σκιπίωνα χωρισθῆναι τῶν στρατοπέδων καὶ μεῖναι κατὰ τὴν Εὐρώπην, τὰς δὲ δυνάμεις περαιωθείσας μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ μὴ δύνασθαι πράττειν τῶν ἑξῆς μηθέν, προσαναδεχομένας τὸν προειρημένον ἄνδρα.
ὁ δʼ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς,
φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων·
πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον.
πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς τῆς Εὐρώπης ὅροις·
καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων αὐτῆς·
εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα.
ῥηθέντων δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀποκριθῆναι διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν, ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι· φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ διʼ αὑτούς, ἀλλὰ διʼ ἐκεῖνον·
τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν.
ὁ μὲν οὖν πρεσβευτὴς ταῦτʼ ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως.
λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς.
αὗται δʼ ἦσαν διότι πρῶτον μὲν χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει
συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίχον ὑποχείριον·
δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ διδόναι πλῆθος χρημάτων καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασιλέως προτεινομέναις διαλύσεσιν.
ὁ δὲ Πόπλιος τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπόσχεσιν·