Book 20
οὐδένα δὲ ποιουμένων λόγον τῶν Μεγαρέων τῆς παρουσίας αὐτῶν, οὕτω θυμωθέντες πολιορκεῖν ἐπεβάλοντο καὶ προσβολὰς ποιεῖσθαι τῇ πόλει.
πανικοῦ δʼ ἐμπεσόντος αὐτοῖς καὶ φήμης ὅτι πάρεστιν Φιλοποίμην τοὺς Ἀχαιοὺς ἔχων, ἀπολιπόντες πρὸς τῷ τείχει τὰς κλίμακας ἔφυγον προτροπάδην εἰς τὴν οἰκείαν.
τοιαύτην δʼ ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιππον καὶ τοὺς κατʼ Ἀντίοχον καιρούς.
ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλʼ ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην. —
ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν Ῥωμαίων,
τῇ δʼ ἀληθείᾳ καχεκτοῦντες ἦσαν ταῖς ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας.
καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας. —
Ἀντίοχος δὲ ὁ μέγας ἐπικαλούμενος, ὃν Ῥωμαῖοι καθεῖλον, ὡς ἱστορεῖ Πολύβιος ἐν τῇ εἰκοστῇ, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθέρωσιν, ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον.
ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μέθαις χαίρων.
ἦν δʼ αὕτη Κλεοπτολέμου μὲν θυγάτηρ, ἑνὸς τῶν ἐπιφανῶν, κάλλει δὲ πάσας ὑπερβάλλουσα.
καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδʼ ἡντινοῦν ποιούμενος πρόνοιαν, ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν.
ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου.
νεξ πραετερ θυινγεντος, θυι ξιρξα ρεγεμ φυερυντ, εχ τοτο εχερξιτυ θυισθυαμ εφφυγιτ, ετιαμ εχ δεξεμ μιλιβυς μιλιτυμ, θυος πολψβιο αυξτορε τραιεξισσε σεξυμ ρεγεμ ιν γραεξιαμ σξριπσιμυς, εχιγυυς νυμερυς.
ὅτι οἱ περὶ τὸν Φαινέαν τὸν τῶν Αἰτωλῶν στρατηγὸν μετὰ τὸ γενέσθαι τὴν Ἡράκλειαν ὑποχείριον τοῖς Ῥωμαίοις, ὁρῶντες τὸν περιεστῶτα καιρὸν τὴν Αἰτωλίαν καὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὰ συμβησόμενα ταῖς ἄλλαις πόλεσιν, ἔκριναν διαπέμπεσθαι πρὸς τὸν Μάνιον ὑπὲρ ἀνοχῶν καὶ διαλύσεως.
ταῦτα δὲ διαλαβόντες ἐξαπέστειλαν Ἀρχέδαμον καὶ Πανταλέοντα καὶ Χάλεπον·
οἳ συμμίξαντες τῷ στρατηγῷ τῶν Ῥωμαίων προέθεντο μὲν καὶ πλείους ποιεῖσθαι λόγους, μεσολαβηθέντες δὲ κατὰ τὴν ἔντευξιν ἐκωλύθησαν.
ὁ γὰρ Μάνιος κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασκεν εὐκαιρεῖν, περισπώμενος ὑπὸ τῆς τῶν ἐκ τῆς Ἡρακλείας λαφύρων οἰκονομίας·
δεχημέρους δὲ ποιησάμενος ἀνοχὰς ἐκπέμψειν ἔφη μετʼ αὐτῶν Λεύκιον, πρὸς ὃν ἐκέλευε λέγειν ὑπὲρ ὧν ἂν δέοιντο.
γενομένων δὲ τῶν ἀνοχῶν, καὶ τοῦ Λευκίου συνελθόντος εἰς τὴν Ὑπάταν, ἐγένοντο λόγοι καὶ πλείους ὑπὲρ τῶν ἐνεστώτων.
οἱ μὲν οὖν Αἰτωλοὶ συνίσταντο τὴν δικαιολογίαν ἀνέκαθεν προφερόμενοι τὰ προγεγονότα σφίσι φιλάνθρωπα πρὸς τοὺς Ῥωμαίους·
ὁ δὲ Λεύκιος ἐπιτεμὼν αὐτῶν τὴν ὁρμὴν οὐκ ἔφη τοῖς παροῦσι καιροῖς ἁρμόζειν τοῦτο τὸ γένος τῆς δικαιολογίας· λελυμένων γὰρ τῶν ἐξ ἀρχῆς φιλανθρώπων διʼ ἐκείνους, καὶ τῆς ἐνεστώσης ἔχθρας διʼ Αἰτωλοὺς γεγενημένης, οὐδὲν ἔτι συμβάλλεσθαι τὰ τότε φιλάνθρωπα πρὸς τοὺς νῦν καιρούς.
διόπερ ἀφεμένους τοῦ δικαιολογεῖσθαι συνεβούλευε τρέπεσθαι πρὸς τὸν ἀξιωματικὸν λόγον καὶ δεῖσθαι τοῦ στρατηγοῦ συγγνώμης τυχεῖν ἐπὶ τοῖς ἡμαρτημένοις.
οἱ δʼ Αἰτωλοὶ καὶ πλείω λόγον ποιησάμενοι περὶ τῶν ὑποπιπτόντων ἔκριναν ἐπιτρέπειν τὰ ὅλα Μανίῳ, δόντες αὑτοὺς εἰς τὴν Ῥωμαίων πίστιν,
οὐκ εἰδότες τίνα δύναμιν ἔχει τοῦτο, τῷ δὲ τῆς πίστεως ὀνόματι πλανηθέντες, ὡς ἂν διὰ τοῦτο τελειοτέρου σφίσιν ἐλέους ὑπάρξοντος.
παρὰ δὲ Ῥωμαίοις ἰσοδυναμεῖ τό τʼ εἰς τὴν πίστιν αὑτὸν ἐγχειρίσαι καὶ τὸ τὴν ἐπιτροπὴν δοῦναι περὶ αὑτοῦ τῷ κρατοῦντι.
πλὴν ταῦτα κρίναντες ἐξέπεμψαν ἅμα τῷ Λευκίῳ τοὺς περὶ Φαινέαν διασαφήσοντας τὰ δεδογμένα τῷ Μανίῳ κατὰ σπουδήν·
οἳ καὶ συμμίξαντες τῷ στρατηγῷ καὶ πάλιν ὁμοίως δικαιολογηθέντες ὑπὲρ αὑτῶν, ἐπὶ καταστροφῆς εἶπαν διότι κέκριται τοῖς Αἰτωλοῖς σφᾶς αὐτοὺς ἐγχειρίζειν εἰς τὴν Ῥωμαίων πίστιν.
ὁ δὲ Μάνιος μεταλαβών "οὐκοῦν οὕτως ἔχει ταῦτα," φησίν, "
ὦ ἄνδρες Αἰτωλοί;" τῶν δὲ κατανευσάντων, "τοιγαροῦν πρῶτον μὲν δεήσει μηδένα διαβαίνειν ὑμῶν εἰς τὴν Ἀσίαν, μήτε κατʼ ἰδίαν μήτε μετὰ κοινοῦ δόγματος,
δεύτερον Δικαίαρχον ἔκδοτον δοῦναι καὶ Μενέστρατον τὸν Ἠπειρώτην," ὃς ἐτύγχανε τότε παραβεβοηθηκὼς εἰς Ναύπακτον, "σὺν δὲ τούτοις Ἀμύνανδρον τὸν βασιλέα καὶ τῶν Ἀθαμάνων τοὺς ἅμα τούτῳ συναποχωρήσαντας πρὸς αὐτούς.
" ὁ δὲ Φαινέας μεσολαβήσας "ἀλλʼ οὔτε δίκαιον," ἔφησεν, "οὔθʼ Ἑλληνικόν ἐστιν, ὦ στρατηγέ, τὸ παρακαλούμενον."
ὁ δὲ Μάνιος οὐχ οὕτως ὀργισθεὶς ὡς βουλόμενος εἰς ἔννοιαν αὐτοὺς ἀγαγεῖν τῆς περιστάσεως καὶ καταπλήξασθαι τοῖς ὅλοις, "ἔτι γὰρ ὑμεῖς ἑλληνοκοπεῖτε" φησὶ "καὶ περὶ τοῦ πρέποντος καὶ καθήκοντος ποιεῖσθε λόγον, δεδωκότες ἑαυτοὺς εἰς τὴν πίστιν; οὓς ἐγὼ δήσας εἰς τὴν ἅλυσιν ἀπάξω πάντας, ἂν τοῦτʼ ἐμοὶ δόξῃ.
" ταῦτα λέγων φέρειν ἅλυσιν ἐκέλευσε καὶ σκύλακα σιδηροῦν ἑκάστῳ περιθεῖναι περὶ τὸν τράχηλον.
οἱ μὲν οὖν περὶ τὸν Φαινέαν ἔκθαμβοι γεγονότες ἕστασαν ἄφωνοι πάντες, οἱονεὶ παραλελυμένοι καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς διὰ τὸ παράδοξον τῶν ἀπαντωμένων·
ὁ δὲ Λεύκιος καί τινες ἕτεροι τῶν συμπαρόντων χιλιάρχων ἐδέοντο τοῦ Μανίου μηδὲν βουλεύσασθαι δυσχερὲς ὑπὲρ τῶν παρόντων ἀνδρῶν, ἐπεὶ τυγχάνουσιν ὄντες πρεσβευταί. τοῦ δὲ συγχωρήσαντος ἤρξατο λέγειν ὁ Φαινέας·
ἔφη γὰρ αὑτὸν καὶ τοὺς ἀποκλήτους ποιήσειν τὰ προσταττόμενα, προσδεῖσθαι δὲ καὶ τῶν πολλῶν, εἰ μέλλει κυρωθῆναι τὰ παραγγελλόμενα.
τοῦ δὲ Μανίου φήσαντος αὐτὸν ὀρθῶς λέγειν, ἠξίου πάλιν ἀνοχὰς αὑτοῖς δοθῆναι δεχημέρους. συγχωρηθέντος δὲ καὶ τούτου, τότε μὲν ἐπὶ τούτοις ἐχωρίσθησαν·
παραγενόμενοι δʼ εἰς τὴν Ὑπάταν διεσάφουν τοῖς ἀποκλήτοις τὰ γεγονότα καὶ τοὺς ῥηθέντας λόγους. ὧν ἀκούσαντες τότε πρῶτον ἔννοιαν ἔλαβον Αἰτωλοὶ τῆς αὑτῶν ἀγνοίας καὶ τῆς ἐπιφερομένης αὐτοῖς ἀνάγκης.
διὸ γράφειν ἔδοξεν εἰς τὰς πόλεις καὶ συγκαλεῖν τοὺς Αἰτωλοὺς χάριν τοῦ βουλεύσασθαι περὶ τῶν προσταττομένων.
διαδοθείσης δὲ τῆς φήμης ὑπὲρ τῶν ἀπηντημένων τοῖς περὶ τὸν Φαινέαν, οὕτως ἀπεθηριώθη τὸ πλῆθος ὥστʼ οὐδʼ ἀπαντᾶν οὐδεὶς ἐπεβάλετο πρὸς τὸ διαβούλιον.